previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100]

Διαβᾶσα δὲ τὸν ποταμὸν τε Ῥουβηλὶς φυλὴ καὶ Γαδὶς καὶ ὅσοι τῶν Μανασσητῶν αὐτοῖς συνείποντο βωμὸν ὑπὲρ τῆς ὄχθης ἱδρύονται τοῦ Ἰορδάνου, μνημεῖον τοῖς ἔπειτα γενησόμενον σύμβολον τῆς πρὸς τοὺς πέραν κατῳκημένους οἰκειότητος. [101] ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθ᾽ ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλ᾽ ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπ᾽ ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν. [102] οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ τρόπῳ τιμώμενος χαίρει. [103] καὶ οἱ μὲν ἐστράτευσαν ὑπ᾽ ὀργῆς, ἐπέσχε δ᾽ αὐτοὺς Ἰησοῦς καὶ ἀρχιερεὺς Ἐλεάζαρος καὶ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτ᾽ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπ᾽ αὐτούς. [104] πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν. [105] ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφ᾽ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν, [106]ἵνα τὴν αἰτίαν μαθόντες ὑφ᾽ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς. [107] οὐ γὰρ ἠξιοῦμεν ὑμᾶς πείρᾳ τῆς τοῦ θεοῦ γνώμης ἐντὸς γεγενημένους καὶ νόμων ὧν αὐτὸς ἡμῖν δέδωκεν ἀκροατὰς ὑπάρχοντας, διαζευχθέντας ἡμῶν καὶ παρόντας εἰς τὸν ἴδιον κλῆρον, ὃν κατὰ χάριν τοῦ θεοῦ καὶ τῆς ἐκείνου περὶ ἡμᾶς προνοίας ἐλάχετε, λήθην λαβεῖν αὐτοῦ καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καταλιπόντας καὶ βωμὸν ὃς ἡμῖν πάτριος ξενικοὺς θεοὺς ἐπιφέρειν τοῖς Χαναναίων κακοῖς προσκεχωρηκότας. [108] ἀλλ᾽ οὐδὲν ἀδικεῖν δόξετε μετανοήσαντες καὶ μὴ περαιτέρω μανέντες νόμων δὲ πατρίων αἰδῶ καὶ μνήμην λαβόντες. ἂν δ᾽ ἐπιμένητε τοῖς ἡμαρτημένοις, οὐ περιστησόμεθα τὸν ὑπὲρ τῶν νόμων πόνον, ἀλλὰ περαιωσάμενοι τὸν Ἰόρδανον τούτοις βοηθήσομεν καὶ πρὸ αὐτῶν τῷ θεῷ, μηδὲν ὑμᾶς Χαναναίων διαφέρειν ὑπολαμβάνοντες ἀλλ᾽ ὁμοίως ἐκείνοις διαφθείροντες. [109] μὴ γὰρ νομίσητε τῷ διαβεβηκέναι τὸν ποταμὸν καὶ τῆς τοῦ θεοῦ δυνάμεως ἔξω γεγονέναι πανταχοῦ δ᾽ ἐν τοῖς τούτου ἐστὲ καὶ ἀποδρᾶναι τὴν ἐξουσίαν αὐτοῦ καὶ τὴν ἀπὸ ταύτης δίκην ἀδύνατον. εἰ δ᾽ οἴεσθε τὴν ἐνθάδε παρουσίαν ὑμῖν ἐμπόδιον εἶναι τοῦ σωφρονεῖν, οὐδὲν κωλύει πάλιν τὴν γῆν ὑμᾶς ἀναδάσασθαι καὶ ταύτην ἀνεῖναι μηλόβοτον. [110] ἀλλ᾽ εὖ ποιήσετε σωφρονήσαντες καὶ ἐπὶ νεαροῖς μετατιθέμενοι τοῖς ἁμαρτήμασι. καὶ παρακαλοῦμεν ὑμᾶς πρὸς παίδων καὶ γυναικῶν μὴ παρασχεῖν ἡμῖν ἀνάγκην ἀμύνασθαι. ὡς οὖν τῆς ὑμετέρας αὐτῶν σωτηρίας καὶ τῶν φιλτάτων ὑμῖν ἐν τῇδε τῇ ἐκκλησίᾳ κειμένης οὕτω βουλεύεσθε, λόγοις ἡττηθῆναι συμφέρειν ὑπολαμβάνοντες πεῖραν ἔργων καὶ πολέμου περιμένειν’.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: