previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[243]

Ζάβουλος δέ τις τῶν Σικιμιτῶν ἄρχων ξένος ὢν Ἀβιμελέχου ὅσα παροξύνειεν Γυάλης τὸν δῆμον πέμπων ἀγγέλους ἐμήνυεν αὐτῷ καὶ παρῄνει λοχᾶν πρὸ τῆς πόλεως: πείσειν γὰρ Γυάλην ἐξελθεῖν ἐπ᾽ αὐτόν, καὶ τὸ λοιπὸν ἐπ᾽ ἐκείνῳ τυγχάνειν ὥστε ἀμύνασθαι: γενομένου γὰρ τούτου διαλλαγὰς αὐτῷ μνηστεύσεσθαι πρὸς τὸν δῆμον. [244] τε οὖν Ἀβιμέλεχος ἐκάθισεν ἐνεδρεύων καὶ Γυάλης ἀφυλακτοτέρως διέτριβεν ἐπὶ τοῦ προαστείου καὶ Ζάβουλος σὺν αὐτῷ. ἰδὼν δὲ ὁπλίτας ἐπιφερομένους Γυάλης πρὸς Ζάβουλον ἔλεγεν ἄνδρας αὐτοῖς ἐπιέναι καθωπλισμένους. [245] τοῦ δὲ σκιὰς εἶναι φαμένου τῶν πετρῶν, πλησίον ἤδη γινομένων τὸ ἀκριβὲς κατανοῶν οὐ σκιὰς ἔλεγε ταῦτ᾽ εἶναι, λόχον δ᾽ ἀνδρῶν. καὶ Ζάβουλος, ‘οὐ σὺ μέντοι, φησίν, Ἀβιμελέχῳ κακίαν ἐπεκάλεις; τί οὖν οὐκ ἐπιδεικνύεις τὸ τῆς ἀρετῆς μέγεθος εἰς μάχην αὐτῷ συμβαλών’; [246] Γυάλης δὲ θορυβούμενος συνάπτει τοῖς Ἀβιμελέχου καὶ πίπτουσι μέν τινες τῶν σὺν αὐτῷ, φεύγει δ᾽ αὐτὸς εἰς τὴν πόλιν τοὺς ἄλλους ἀγόμενος. καὶ Ζάβουλος πολιτεύεται Γυάλην ἐκβληθῆναι τῆς πόλεως κατηγορήσας, ὡς μαλακῶς πρὸς τοὺς Ἀβιμελέχου στρατιώτας ἀγωνίσαιτο. [247] Ἀβιμέλεχος δὲ πυθόμενος ἐξελευσομένους αὖθις κατὰ τρύγητον τοὺς Σικιμίους ἐνέδραις προλοχίζεται τὰ περὶ τὴν πόλιν, καὶ προελθόντων μὲν τρίτη μοῖρα τῆς στρατιᾶς καταλαμβάνει τὰς πύλας ἀφαιρησομένη τὴν εἴσοδον τοὺς πολίτας, οἱ δ᾽ ἄλλοι σκιδναμένους μεταθέουσι, πανταχοῦ τε φόνος ἦν. [248] καὶ κατασκάψας εἰς ἔδαφος τὴν πόλιν, οὐ γὰρ ἀντέσχε πρὸς τὴν πολιορκίαν, ἅλας κατὰ τῶν ἐρειπίων σπείρας προῆγε. καὶ Σικιμῖται πάντες οὕτως ἀπώλοντο: ὅσοι δὲ κατὰ τὴν χώραν σκεδασθέντες διέφυγον τὸν κίνδυνον, οὗτοι πέτραν ὀχυρὰν εὑρόντες ἐπ᾽ αὐτῆς ἱδρύονται τειχίσαι τε ταύτην παρεσκευάζοντο. [249] ἔφθη τε τὴν διάνοιαν αὐτῶν Ἀβιμέλεχος μαθὼν ἐλθεῖν ἐπ᾽ αὐτοὺς μετὰ τῆς δυνάμεως καὶ φακέλλους ὕλης ξηρᾶς περιβαλὼν τῷ χωρίῳ δι᾽ αὐτοῦ φέρων ταῦτα ποιεῖν τὴν στρατιὰν παρεκελεύσατο. καὶ ταχέως περιληφθείσης ἐν κύκλῳ τῆς πέτρας τοῖς ξύλοις πῦρ ἐμβάλλουσιν ὅσα τε μᾶλλον ἐξάπτειν φύσιν ἔχει καὶ μεγίστην αἴρουσι φλόγα. [250] καὶ διαφεύγει μὲν ἀπὸ τῆς πέτρας οὐθείς, ἀλλ᾽ ἅμα γυναιξὶ καὶ τέκνοις ἀπώλοντο, ἄνδρες μὲν περὶ πεντακοσίους καὶ χιλίους, τὸ δὲ ἄλλο πλῆθος ἱκανόν. καὶ Σικιμίταις μὲν τοιαύτη συμφορὰ συνέπεσε μείζων καὶ τῆς ἐπ᾽ αὐτῇ λύπης γενομένη πλὴν ὅτι κατὰ δίκην ἐπ᾽ ἀνδρὸς εὐεργέτου συνθεῖσι κακὸν τηλικοῦτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: