previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[159]

Ἰώαβος δὲ τῇ πολιορκίᾳ τοὺς Ἀμμανίτας ἰσχυρῶς ἐκάκου τῶν τε ὑδάτων αὐτοὺς ἀποτεμνόμενος καὶ τῆς τῶν ἄλλων εὐπορίας, ὡς πάνυ ταλαιπωρεῖν ἐνδείᾳ ποτοῦ καὶ τροφῆς. ἐξ ὀλίγου γὰρ φρέατος ἤρτηντο καὶ ταμείας ὡς μὴ τελέως αὐτοὺς ἐπιλιπεῖν τὴν πηγὴν δαψιλέστερον χρωμένους. [160] γράφει δὴ τῷ βασιλεῖ ταῦτα δηλῶν καὶ παρακαλῶν αὐτὸν ἐπὶ τὴν αἵρεσιν τῆς πόλεως ἐλθεῖν, ἵνα τὴν νίκην αὐτὸς ἐπιγραφῇ. ταῦτα Ἰωάβου γράψαντος ἀποδεξάμενος αὐτὸν τῆς εὐνοίας καὶ τῆς πίστεως βασιλεὺς παραλαβὼν τὴν σὺν αὐτῷ δύναμιν ἧκεν ἐπὶ τὴν τῆς Ῥαβαθᾶς πόρθησιν, καὶ κατὰ κράτος ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκεν. [161] αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος: ἐφόρει δ᾽ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει: τοὺς δ᾽ ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: