previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[215]

Ποιήσας δ᾽ Ἀψάλωμος τὰ παραινεθέντα αὐτῷ ὑπὸ τοῦ Ἀχιτοφέλου δεύτερον αὐτὸν ἠξίου συμβουλεύειν περὶ τοῦ πολέμου τοῦ πρὸς τὸν πατέρα. μυρίους δ᾽ αὐτὸν ἐπιλέκτους αἰτήσαντος ἐκείνου καὶ τόν τε πατέρα κτενεῖν αὐτοῦ καὶ τοὺς σὺν αὐτῷ ζωοὺς ἀνάξειν ὑποσχομένου καὶ βεβαίαν τότε τὴν βασιλείαν ἔσεσθαι φήσαντος Δαυίδου μηκέτι ζῶντος, [216] ἀρεσθεὶς τῇ γνώμῃ μετακαλεῖται καὶ τὸν Χουσὶν τὸν Δαυίδου ἀρχίφιλον: οὕτως γὰρ αὐτὸν ἐκεῖνος ἐκάλει: καὶ τὴν Ἀχιτοφέλου γνώμην αὐτῷ δηλώσας, τί καὶ αὐτῷ δοκεῖ περὶ αὐτῆς ἐπυνθάνετο. συνιδὼν δ᾽, ὅτι γενομένων ὧν Ἀχιτόφελος συνεβούλευσε κινδυνεύσει Δαυίδης συλληφθεὶς ἀποθανεῖν, γνώμην εἰσφέρειν ἐναντίαν ἐπειρᾶτο: [217]οὐ γὰρ ἀγνοεῖς εἶπεν, βασιλεῦ, τὴν τοῦ πατρὸς καὶ τὴν τῶν συνόντων αὐτῷ ἀνδρείαν, ὅτι καὶ πολλοὺς πολέμους πεπολέμηκε καὶ πάντοτε κρατῶν τῶν ἐχθρῶν ἀπήλλακται. νῦν δὲ εἰκὸς αὐτὸν ἐπὶ στρατοπέδου μένειν: στρατηγῆσαι γὰρ ἱκανώτατος καὶ προϊδεῖν ἀπάτην ἐπερχομένων πολεμίων: [218] ἀλλὰ κατὰ τὴν ἑσπέραν ἀπολιπὼν τοὺς ἰδίους εἴς τινα τῶν αὐλώνων ἑαυτὸν ἀποκρύψει πρὸς πέτρᾳ τινὶ λοχήσει: συμβαλόντων δὲ τῶν ἡμετέρων οἱ μὲν ἐκείνου πρὸς μικρὸν ὑποχωρήσουσιν, αὐτοὶ δὲ θαρσήσαντες ὡς τοῦ βασιλέως αὐτοῖς ἐγγὺς ὄντος ἀντιστήσονται, καὶ μεταξὺ τούτων μαχομένων πατὴρ ἐπιφανεὶς ἐξαίφνης τοῖς μὲν εὐψυχίαν πρὸς τοὺς κινδύνους παρασκευάσει τοὺς δὲ σοὺς καταπλήξεται. [219] παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν τῷ λογισμῷ καὶ ταῦτ᾽ ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι, πέμψας δ᾽ εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ. [220] νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετ᾽ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δ᾽ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην τὴν πόλιν.’ [221] ταῦτ᾽ εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου: τῆς γὰρ ἐκείνου γνώμης τούτου προεκρίθη παρ᾽ Ἀψαλώμου. θεὸς μέντοι γε ἦν τούτου τῇ διανοίᾳ τὴν τοῦ Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: