previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[282]

Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος: ἔτι δὲ αὐτοῦ λέγοντος λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δ᾽ αὐτοῦ περιληφθέντος τῶν πολεμίων μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, δ᾽ Ἀβίας παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει: τοῦτον γὰρ οὐ κεκυκλῶσθαι πρὸς τῶν πολεμίων. [283] οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους: καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν: [284] ὅσος γὰρ οὐδέποτ᾽ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθ᾽ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν: πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς. [285] καὶ Ἱεροβόαμος μὲν οὐκέτι μετὰ ταύτην τὴν ἧτταν ἴσχυσεν ἐφ᾽ ὅσον Ἀβίας περιῆν χρόνον. τελευτᾷ δ᾽ οὗτος ὀλίγον τῇ νίκῃ χρόνον ἐπιζήσας ἔτη βασιλεύσας τρία, καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις ἐν ταῖς προγονικαῖς θήκαις, ἀπολείπει δὲ υἱοὺς μὲν δύο καὶ εἴκοσι θυγατέρας δὲ ἓξ καὶ δέκα. πάντας τούτους ἐκ γυναικῶν δεκατεσσάρων ἐτεκνώσατο. [286] διεδέξατο δ᾽ αὐτοῦ τὴν βασιλείαν υἱὸς αὐτοῦ Ἄσανος: καὶ μήτηρ τοῦ νεανίσκου Μαχαία τοὔνομα. τούτου κρατοῦντος εἰρήνης ἀπέλαυεν χώρα τῶν Ἰσραηλιτῶν ἐπὶ ἔτη δέκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: