previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[371]

δ᾽ Ἄδαδος ἀκούσας ταῦτα καὶ δυσχεράνας τρίτον ἔπεμψε πρὸς Ἄχαβον τοὺς πρέσβεις ἀπειλῶν ὑψηλότερον τῶν τειχῶν οἷς καταφρονεῖ χῶμα τούτοις ἐπεγείρειν αὐτοῦ τὴν στρατιὰν κατὰ δράκα λαμβάνουσαν, ἐμφανίζων αὐτῷ τῆς δυνάμεως τὸ πλῆθος καὶ καταπληττόμενος. [372] τοῦ δ᾽ Ἀχάβου μὴ καυχᾶσθαι δεῖν ἀποκριναμένου καθωπλισμένον ἀλλὰ τῇ μάχῃ κρείττω γενόμενον, ἐλθόντες οἱ πρέσβεις καὶ δειπνοῦντα καταλαβόντες τὸν βασιλέα μετὰ τριάκοντα καὶ δύο βασιλέων συμμάχων ἐδήλωσαν αὐτῷ τὴν ἀπόκρισιν: δ᾽ εὐθέως τοῦτο προσέταξε καὶ περιχαρακοῦν τὴν πόλιν καὶ χώματα βάλλεσθαι καὶ μηδένα τρόπον ἀπολιπεῖν πολιορκίας. [373] ἦν δ᾽ Ἄχαβος τούτων πραττομένων ἐν ἀγωνίᾳ δεινῇ σὺν παντὶ τῷ λαῷ: θαρρεῖ δὲ καὶ τῶν φόβων ἀπολύεται προφήτου τινὸς αὐτῷ προσελθόντος καὶ φήσαντος αὐτῷ τὸν θεὸν ὑπισχνεῖσθαι ποιήσειν τὰς τοσαύτας τῶν πολεμίων μυριάδας ὑποχειρίους. [374] πυθομένῳ δέ, διὰ τίνων ἂν νίκη γένοιτο, ‘διὰ τῶν παίδων, εἶπε, τῶν ἡγεμόνων ἡγουμένου σοῦ διὰ τὴν ἀπειρίαν ἐκείνων.’ καλέσαντος δὲ τοὺς τῶν ἡγεμόνων υἱούς, εὑρέθησαν δ᾽ ὡς διακόσιοι καὶ τριακονταδύο, μαθὼν τὸν Σύρον πρὸς εὐωχίαν καὶ ἄνεσιν τετραμμένον ἀνοίξας τὰς πύλας ἐξέπεμψε τοὺς παῖδας. [375] τῶν δὲ σκοπῶν δηλωσάντων τοῦτο τῷ Ἀδάδῳ πέμπει τινὰς ὑπαντησομένους ἐντειλάμενος, ἂν μὲν εἰς μάχην ὦσι προεληλυθότες, ἵνα δήσαντες ἀγάγωσι πρὸς αὐτόν, ἂν δ᾽ εἰρηνικῶς, ὅπως ταὐτὸ ποιῶσιν. [376] εἶχε δ᾽ ἑτοίμην Ἄχαβος καὶ τὴν ἄλλην στρατιὰν ἐντὸς τῶν τειχῶν. οἱ δὲ τῶν ἀρχόντων παῖδες συμβαλόντες τοῖς φύλαξι πολλοὺς αὐτῶν ἀποκτείνουσι καὶ τοὺς ἄλλους ἄχρι τοῦ στρατοπέδου διώκουσιν. ἰδὼν δὲ τούτους νικῶντας βασιλεὺς ἐξαφίησι καὶ τὴν ἄλλην στρατιὰν ἅπασαν. [377] δ᾽ αἰφνιδίως ἐπιπεσοῦσα τοῖς Σύροις ἐκράτησεν αὐτῶν, οὐ γὰρ προσεδόκων αὐτοὺς ἐπεξελεύσεσθαι, καὶ διὰ τοῦτο γυμνοῖς καὶ μεθύουσι προσέβαλλον, ὥστε τὰς πανοπλίας ἐκ τῶν στρατοπέδων φεύγοντας καταλιπεῖν καὶ τὸν βασιλέα σωθῆναι μόλις ἐφ᾽ ἵππου ποιησάμενον τὴν φυγήν. [378] Ἄχαβος δὲ πολλὴν ὁδὸν διώκων τοὺς Σύρους ἤνυσεν ἀναιρῶν αὐτούς, διαρπάσας δὲ τὰ ἐν τῇ παρεμβολῇ, πλοῦτος δ᾽ ἦν οὐκ ὀλίγος, ἀλλὰ καὶ χρυσοῦ πλῆθος καὶ ἀργύρου τά τε ἅρματα τοῦ Ἀδάδου καὶ τοὺς ἵππους λαβὼν ἀνέστρεψεν εἰς τὴν πόλιν. τοῦ δὲ προφήτου παρασκευάζεσθαι φήσαντος καὶ τὴν δύναμιν ἑτοίμην ἔχειν, ὡς τῷ ἐπιόντι πάλιν ἔτει στρατεύσοντος ἐπ᾽ αὐτὸν τοῦ Σύρου, μὲν Ἄχαβος πρὸς τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: