This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[276]
ὁ γοῦν
βασιλεὺς αὐτῶν Μάλχος προπέμψας ἐκ τῆς χώρας κατὰ τάχος
προσέτασσεν ἀναστρέφειν, προφάσει μὲν χρώμενος Πάρθοις, ἐπικηρυκεύσασθαι
γὰρ αὐτοὺς ἐκβαλεῖν Ἡρώδην τῆς Ἀραβίας, τῷ δὲ
ὄντι κατασχεῖν προαιρούμενος τὰ παρ᾽ Ἀντιπάτρου χρέα καὶ μηδὲν
εἰς τὰς ἐκείνου δωρεὰς ἀντιπαρασχεῖν χρῄζουσιν τοῖς τέκνοις δυσωπεῖσθαι.
συμβούλοις δ᾽ ἐχρῆτο τῆς ἀναιδείας τοῖς ὁμοίως ἀποστερεῖν
τὰς Ἀντιπάτρου παρακαταθήκας θέλουσιν: ἦσαν δὲ τῶν περὶ
αὐτὸν οἱ δυνατώτατοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.