previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[497]

Ταῦθ᾽ ἅμα λέγων ἐπὶ τὸν ἵππον ἀνεπήδα καὶ καθηγεῖται πρὸς τὴν λίμνην, δι᾽ ἧς ἐλάσας πρῶτος εἰς τὴν πόλιν εἰσέρχεται καὶ μετ᾽ αὐτὸν οἱ λοιποί. [498] δέος δὲ πρὸς τὴν τόλμαν αὐτοῦ τοῖς ἐπὶ τῶν τειχῶν ἐνέπεσεν, καὶ μάχεσθαι μὲν διακωλύειν οὐδεὶς ὑπέμεινεν, λιπόντες δὲ τὴν φρουρὰν οἱ μὲν περὶ τὸν Ἰησοῦν διὰ τῆς χώρας ἔφευγον, [499] οἱ δ᾽ ἐπὶ τὴν λίμνην καταθέοντες ὑπαντιάζουσιν τοῖς πολεμίοις περιέπιπτον: ἐκτείνοντο δ᾽ οἱ μὲν ἐπιβαίνοντες τῶν σκαφῶν, οἱ δὲ τοῖς ἀναχθεῖσιν προσπίπτειν πειρώμενοι. πολὺς δὲ τῶν κατὰ τὴν πόλιν ἦν φόνος, [500] τῶν μὲν ἐπηλύδων ὅσοι μὴ διαφυγεῖν ἔφθασαν ἀντιτασσομένων, ἀμαχητὶ δὲ τῶν ἐπιχωρίων: κατὰ γὰρ ἐλπίδα δεξιᾶς καὶ τὸ συνειδὸς τοῦ μὴ βεβουλεῦσθαι πολεμεῖν μάχης ἀπετρέποντο, [501] μέχρι Τίτος τοὺς μὲν αἰτίους ἀνελών, οἰκτείρας δὲ τοὺς ἐπιχωρίους ἀνεπαύσατο φόνου. [502] καὶ οἱ μὲν εἰς τὴν λίμνην καταφυγόντες ἐπεὶ τὴν πόλιν εἶδον ἑαλωκυῖαν, ὡς πορρωτάτω τῶν πολεμίων ἀνήχθησαν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: