This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[85]
Φραξάμενοι δ᾽ αὐλίζονται κατὰ συντάξεις ἕκαστοι μεθ᾽
ἡσυχίας τε καὶ κόσμου. πάντα δ᾽ αὐτοῖς καὶ τὰ ἄλλα μετ᾽ εὐταξίας
ἀνύεται καὶ ἀσφαλείας, ξυλεία τε καὶ ἐπισιτισμός, εἰ δέοιντο,
καὶ ὑδρεία κατὰ συντάξεις ἑκάστοις.
[86]
οὐδὲ γὰρ δεῖπνον ἢ ἄριστον
ὁπότε θελήσειαν αὐτεξούσιον ἑκάστῳ, πᾶσιν δ᾽ ὁμοῦ, τούς τε
ὕπνους αὐτοῖς καὶ τὰς φυλακὰς καὶ τὰς ἐξεγέρσεις σάλπιγγες προσημαίνουσιν,
οὐδ᾽ ἔστιν ὅ τι γίνεται δίχα παραγγέλματος.
[87]
ὑπὸ δὲ
τὴν ἕω τὸ στρατιωτικὸν μὲν ἐπὶ τοὺς ἑκατοντάρχας ἕκαστοι, πρὸς
δὲ τοὺς χιλιάρχους οὗτοι συνίασιν ἀσπασόμενοι, μεθ᾽ ὧν πρὸς
τὸν ἡγεμόνα τῶν ὅλων οἱ ταξίαρχοι πάντες.
[88]
ὁ δ᾽ αὐτοῖς τό τε ἐξ
ἔθους σημεῖον καὶ τἆλλα παραγγέλματα δίδωσιν διαφέρειν εἰς τοὺς
ὑποτεταγμένους: ὃ δὴ κἀπὶ παρατάξεως πράττοντες ἐπιστρέφονταί τε
ταχέως, ἵνα δέοι, καὶ πρὸς τὰς ἐφόδους αὐτοῖς καὶ πρὸς τὰς ἀνακλήσεις
ὑποχωροῦσιν ἀθρόοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.