This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[98]
Τοιαῦται μὲν οὖν αἱ Ῥωμαίων πορεῖαί τε καὶ καταλύσεις,
πρὸς δὲ ὅπλων διαφοραί, οὐδὲν δὲ ἀπροβούλευτον ἐν ταῖς μάχαις
οὐδὲ αὐτοσχέδιον, ἀλλὰ γνώμη μὲν ἀεὶ παντὸς ἔργου προάγει, τοῖς
δοχθεῖσι δὲ ἕπεται τὰ ἔργα:
[99]
παρ᾽ ὃ καὶ σφάλλονται μὲν ἥκιστα,
κἂν πταίσωσι δέ, ῥᾳδίως ἀναλαμβάνουσι τὰ σφάλματα.
[100]
ἡγοῦνταί
τε τῶν ἀπὸ τύχης ἐπιτευγμάτων ἀμείνους τὰς ἐπὶ τοῖς προβουλευθεῖσιν
διαμαρτίας, ὡς τοῦ μὲν αὐτομάτου καλοῦ δελεάζοντος εἰς
ἀπρομήθειαν, τῆς σκέψεως δέ, κἂν ἀτυχήσῃ ποτέ, πρὸς τὸ μὴ
αὖθις καλὴν ἐχούσης μελέτην:
[101]
καὶ τῶν μὲν αὐτομάτων ἀγαθῶν οὐ
τὸν λαβόντα αἴτιον εἶναι, τῶν δὲ παρὰ γνώμην προσπεσόντων σκυθρωπῶν
παραμυθίαν τό γε προσηκόντως βεβουλεῦσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.