previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[84]

Μόνη δὲ Γίσχαλα πολίχνη τῆς Γαλιλαίας ἀχείρωτος κατελείπετο, τοῦ μὲν πλήθους εἰρηνικὰ φρονοῦντος, καὶ γὰρ ἦσαν τὸ πλέον γεωργοὶ καὶ ταῖς ἀπὸ τῶν καρπῶν ἐλπίσιν ἀεὶ προσανέχοντες, παρεισεφθαρμένου δ᾽ αὐτοῖς οὐκ ὀλίγου λῃστρικοῦ τάγματος, τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν. [85] ἐνῆγε δὲ τούτους εἰς τὴν ἀπόστασιν καὶ συνεκρότει Ληΐου τινὸς υἱὸς Ἰωάννης, γόης ἀνὴρ καὶ ποικιλώτατος τὸ ἦθος, πρόχειρος μὲν ἐλπίσαι μεγάλα, δεινὸς δὲ τῶν ἐλπισθέντων περιγενέσθαι παντί τε ὢν δῆλος ἀγαπᾶν τὸν πόλεμον εἰς δυναστείας ἐπίθεσιν. [86] ὑπὸ τούτῳ τὸ στασιῶδες ἐν τοῖς Γισχάλοις ἐτέτακτο, δι᾽ οὓς τυχὸν καὶ πρεσβευσάμενον περὶ παραδόσεως τὸ δημοτικὸν ἐν πολέμου μοίρᾳ τὴν Ῥωμαίων ἔφοδον ἐξεδέχετο. [87] Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τούτους Τίτον ἐκπέμπει σὺν χιλίοις ἱππεῦσιν, τὸ δέκατον δὲ τάγμα ἀπαίρει εἰς Σκυθόπολιν. [88] αὐτὸς δὲ σὺν δυσὶ τοῖς λοιποῖς ἐπανῆλθεν εἰς Καισάρειαν, τοῦ τε συνεχοῦς καμάτου διδοὺς ἀνάπαυσιν αὐτοῖς καὶ δι᾽ εὐθηνίαν τῶν πόλεων τά τε σώματα καὶ τὸ πρόθυμον ὑποθρέψειν οἰόμενος ἐπὶ τοὺς μέλλοντας ἀγῶνας: [89] οὐ γὰρ ὀλίγον αὐτῷ πόνον ἑώρα περὶ τοῖς Ἱεροσολύμοις λειπόμενον, ἅτε δὴ βασιλείου μὲν οὔσης τῆς πόλεως καὶ προανεχούσης ὅλου τοῦ ἔθνους, συρρεόντων δὲ εἰς αὐτὴν τῶν ἐκ τοῦ πολέμου διαδιδρασκόντων. [90] τό γε μὴν φύσει τε ὀχυρὸν αὐτῆς καὶ διὰ κατασκευὴν τειχῶν ἀγωνίαν οὐ τὴν τυχοῦσαν ἐνεποίει: τὰ δὲ φρονήματα τῶν ἀνδρῶν καὶ τὰς τόλμας δυσμεταχειρίστους καὶ δίχα τειχῶν ὑπελάμβανεν. [91] διὸ δὴ τοὺς στρατιώτας καθάπερ ἀθλητὰς προήσκει τῶν ἀγώνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: