previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[427] ἀλλ᾽ οὐδὲ τοῖς ἀλλοφύλοις, ὅσοι κατὰ θρησκείαν παρῆσαν, πολὺ δὲ τούτων πλῆθος ἔξωθεν συλλέγεται. [428] τότε γε μὴν ὥσπερ εἰς εἱρκτὴν ὑπὸ τῆς εἱμαρμένης πᾶν συνεκλείσθη τὸ ἔθνος, καὶ ναστὴν πόλεμος τὴν πόλιν ἀνδρῶν ἐκυκλώσατο. [429] πᾶσαν γοῦν ἀνθρωπίνην καὶ δαιμονίαν φθορὰν ὑπερβάλλει τὸ πλῆθος τῶν ἀπολωλότων: ἐπεὶ γοῦν τῶν φανερῶν οὓς μὲν ἀνεῖλον οὓς δ᾽ ᾐχμαλωτίσαντο Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνηρεύνων καὶ τοὔδαφος ἀναῤῥηγνύντες ὅσοις μὲν ἐνετύγχανον ἔκτεινον, [430] εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ πλείους δισχιλίων, οἱ μὲν ὑπὸ σφῶν αὐτῶν οἱ δὲ ὑπ᾽ ἀλλήλων, τὸ πλέον δ᾽ ὑπὸ τοῦ λιμοῦ διεφθαρμένοι. [431] δεινὴ δ᾽ ὑπήντα τοῖς ἐπεισπίπτουσιν ὀδμὴ τῶν σωμάτων, ὡς πολλοὺς μὲν ἀναχωρεῖν εὐθέως, τοὺς δὲ ὑπὸ πλεονεξίας εἰσδύεσθαι νεκροὺς σεσωρευμένους ἐμπατοῦντας: [432] πολλὰ γὰρ τῶν κειμηλίων ἐν ταῖς διώρυξιν εὑρίσκετο, καὶ πᾶσαν θεμιτὴν ὁδὸν ἐποίει τὸ κέρδος: ἀνήγοντο δὲ καὶ δεσμῶται πολλοὶ τῶν τυράννων: οὐδὲ γὰρ ἐν ἐσχάτοις ἐπαύσαντο τῆς ὠμότητος. [433] ἀπετίσατό γε μὴν θεὸς ἀμφοτέρους ἀξίως, καὶ Ἰωάννης μὲν λιμώττων μετὰ τῶν ἀδελφῶν ἐν τοῖς ὑπονόμοις ἣν πολλάκις ὑπερηφάνησε παρὰ Ῥωμαίων δεξιὰν λαβεῖν ἱκέτευσε, Σίμων δὲ πολλὰ διαμαχήσας πρὸς τὴν ἀνάγκην, ὡς διὰ τῶν ἑξῆς δηλώσομεν, αὑτὸν παραδίδωσιν. [434] ἐφυλάχθη δὲ μὲν τῷ θριάμβῳ σφάγιον, δ᾽ Ἰωάννης δεσμοῖς αἰωνίοις. Ῥωμαῖοι δὲ τάς τ᾽ ἐσχατιὰς τοῦ ἄστεος ἐνέπρησαν καὶ τὰ τείχη κατέσκαψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: