previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[212]

Ταῦτα δὴ καὶ ἐπακούων αὐτῶν καὶ βλέπων τοῦ πλήθους τὴν κατήφειαν ἐκλάσθην πρὸς ἔλεον, ἄξιον εἶναι νομίζων ὑπὲρ τοσούτου πλήθους καὶ προδήλους κινδύνους ὑπομένειν. κατανεύω δὴ μένειν, καὶ πεντακισχιλίους ἐξ αὐτῶν ὁπλίτας ἥκειν κελεύσας ἔχοντας ἑαυτοῖς τροφὰς ἐπὶ τὰς οἰκήσεις διαφῆκα τοὺς ἄλλους. [213] ἐπεὶ δὲ οἱ πεντακισχίλιοι παρεγένοντο, τούτους ἀναλαβὼν καὶ τρισχιλίους τοὺς σὺν ἐμαυτῷ στρατιώτας, ἱππεῖς δ᾽ ὀγδοήκοντα, τὴν πορείαν εἰς Χαβωλὼ κώμην Πτολεμαΐδος μεθόριον οὖσαν ἐποιησάμην, κἀκεῖ τὰς δυνάμεις συνεῖχον ἑτοιμάζεσθαι σκηπτόμενος ἐπὶ τὸν πρὸς Πλάκιδον πόλεμον. [214] ἀφίκετο δ᾽ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵν᾽ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολεμαΐδος. βαλλομένου δ᾽ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πόλεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους ἀποσχών. [215] πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δ᾽ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν: γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο: τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: