Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[123]
τί οὖν, ὦ ἄνδρες;
ἆρά γ᾽ ὑμῖν δοκεῖ βουλομένοις μιμεῖσθαι τοὺς προγόνους πάτριον εἶναι
Λεωκράτην μὴ οὐκ1 ἀποκτεῖναι; ὁπότε γὰρ ἐκεῖνοι ἀνάστατον τὴν πόλιν
οὖσαν τὸν λόγῳ μόνον προδιδόντα οὕτως ἀπέκτειναν, τί ὑμᾶς προσήκει τὸν
ἔργῳ καὶ οὐ λόγῳ τὴν οἰκουμένην ἐκλιπόντα ποιῆσαι; ἆρ᾽ οὐχ ὑπερβαλέσθαι
ἐκείνους ταῖς τιμωρίαις;2 καὶ ὅτ᾽ ἐκεῖνοι τοὺς ἐπιχειρήσαντας3 τῆς παρὰ
τοῦ δήμου σωτηρίας ἀποστερεῖν οὕτως ἐκόλασαν, τί ὑμᾶς προσήκει τὸν
αὐτοῦ4 τοῦ δήμου τὴν σωτηρίαν προδόντα ποιῆσαι; καὶ ὅτε ὑπὲρ τῆς δόξης
ἐκεῖνοι τοὺς αἰτίους ἐτιμωροῦντο, τί ὑμᾶς ὑπὲρ τῆς πατρίδος προσήκει
ποιεῖν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.