Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52]
σκέψασθε δ᾽, ὦ ἄνδρες, ὅτι οὐδ᾽
ἐν1 ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους
τουτουί, τὰ δίκαια ποιοῦσι. τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ
κατεγνωσμένον. ἡ μὲν γὰρ ἐν2 Ἀρείῳ πάγῳ
βουλή (καὶ μηδείς μοι θορυβήσῃ: ταύτην γὰρ ὑπολαμβάνω μεγίστην τότε
γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόντας3 τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς
πολεμίοις4 λαβοῦσα ἀπέκτεινε. καίτοι, ὦ
ἄνδρες, μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας
αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι. ἀλλὰ μὴν
Αὐτολύκου μὲν5 ὑμεῖς κατεψηφίσασθε,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.