Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε
δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ1 τρόπον οὗτος ἐξέλιπεν,
ἀοίκητον ἂν γενέσθαι. ἔτι δ᾽ ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς
τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι
ἀναστάτους2 καὶ τῶν
κοινῶν ἐλπίδων στερηθῆναι. ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς
πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται3
πάντα δι᾽ ὧν ἄν τις εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει
πέρας ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.
1 δὲ, quod supra post δούλην habent codd., huc transtulit Reiske.
2 ἀναστάτους Reiske: ἀνάστατον codd.
3 συναναιρεῖται συνανῄρηται Blass.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.