Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[95]
λέγεται
γοῦν1 ἐν Σικελίᾳ
(εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλ᾽ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς
νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι: τοῦτον δὲ
ῥεῖν φασιν ἐπί τε2 τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς
πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγὴν
τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα
πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν ἀλλὰ ἐγκαταλαμβανόμενον,
ἀράμενον φέρειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.