previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

18.

ἔστι δὲ καὶ τοῦ Κυρηναίου Κρατισθένους χαλκοῦν ἅρμα, καὶ Νίκη τε ἐπιβέβηκε τοῦ ἅρματος καὶ αὐτὸς Κρατισθένης. δῆλα μὲν δὴ ὅτι ἵππων γέγονεν αὐτῷ νίκη: λέγεται δὲ καὶ ὡς Μνασέου τοῦ δρομέως, ἐπικληθέντος δὲ ὑπὸ Ἑλλήνων Λίβυος, εἴη παῖς Κρατισθένης. τὰ δὲ ἀναθήματα αὐτῷ τὰ ἐς Ὀλυμπίαν ἐστὶ τοῦ Ῥηγίνου Πυθαγόρου τέχνη. [2]

ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα, καὶ ὅσα Φίλιππος Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο, συνέγραψεν ὁμοίως ἅπαντα: δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίᾳ παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου. ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην: βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῷ χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνῃ περιῆλθε τοιᾷδε. [3] Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων καὶ αἰτίαν φρονῆσαι λαβόντων, Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῇ ὀργῇ κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι: οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρῳ τε αὐτῷ καὶ ἔτι Φιλίππῳ πρότερον γεγονότα ἐν γνώσει. προσῄει τε Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον, πεπυσμένον καθ᾽ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι. [4] ἔνθα δὴ εἶπεν Ἀναξιμένης: ‘χαρίσασθαι μοι τήνδε βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι’. μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῇ ἀνάγκῃ τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. [5] φαίνεται δὲ καὶ ἄνδρα Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος. ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι: ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον. ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῷ μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῷ βιβλίῳ διέπεμπεν ἐς τὰς πόλεις: καὶ αὐτός τε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο. [6] οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς: τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι.

Σωτάδης δὲ ἐπὶ δολίχου νίκαις Ὀλυμπιάδι μὲν ἐνάτῃ καὶ ἐνενηκοστῇ Κρής, καθάπερ γε καὶ ἦν, ἀνερρήθη, τῇ ἐπὶ ταύτῃ δὲ λαβὼν χρήματα παρὰ τοῦ Ἐφεσίων κοινοῦ Ἐφεσίοις ἐσεποίησεν αὑτόν: καὶ αὐτὸν ἐπὶ τῷ ἔργῳ φυγῇ ζημιοῦσιν οἱ Κρῆτες. [7]

πρῶται δὲ ἀθλητῶν ἀνετέθησαν ἐς Ὀλυμπίαν εἰκόνες Πραξιδάμαντός τε Αἰγινήτου νικήσαντος πυγμῇ τὴν ἐνάτην Ὀλυμπιάδα ἐπὶ ταῖς πεντήκοντα καὶ Ὀπουντίου Ῥηξιβίου παγκρατιαστὰς καταγωνισαμένου μιᾷ πρὸς ταῖς ἑξήκοντα Ὀλυμπιάδι: αὗται κεῖνται μὲν αἱ εἰκόνες οὐ πρόσω τῆς Οἰνομάου κίονος, ξύλου δέ εἰσιν εἰργασμέναι, Ῥηξιβίου μὲν συκῆς, δὲ τοῦ Αἰγινήτου κυπαρίσσου καὶ ἧσσον τῆς ἑτέρας πεπονηκυῖά ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: