previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

19.

εἰσὶ δέ τινες γένους μὲν καὶ οὗτοι τῶν Ἀρκάδων, ὄνομα δέ σφισι Κυναιθαεῖς, οἳ καὶ ἐν Ὀλυμπίᾳ τὸ ἄγαλμα ἀνέθεσαν τοῦ Διός, κεραυνὸν ἐν ἑκατέρᾳ ἔχοντα τῇ χειρί: οὗτοι οἱ Κυναιθαεῖς τεσσαράκοντα ἀπωτέρω Λουσῶν σταδίοις μᾶλλον οἰκοῦσι, καί σφισιν ἐν ἀγορᾷ πεποίηνται μὲν θεῶν βωμοί, πεποίηται δὲ Ἀδριανοῦ βασιλέως εἰκών. [2] τὰ δὲ μάλιστα ἥκοντα ἐς μνήμην Διονύσου ἐστὶν ἐνταῦθα ἱερόν, καὶ ἑορτὴν ὥρᾳ ἄγουσι χειμῶνος, ἐν λίπα ἀληλιμμένοι ἄνδρες ἐξ ἀγέλης βοῶν ταῦρον, ὃν ἄν σφισιν ἐπὶ νοῦν αὐτὸς θεὸς ποιήσῃ, ἀράμενοι κομίζουσι πρὸς τὸ ἱερόν. θυσία μὲν τοιαύτη σφίσι καθέστηκε: πηγὴ δέ ἐστιν αὐτόθι ὕδατος ψυχροῦ, δύο μάλιστα ἀπὸ τοῦ ἄστεως ἀπωτέρω σταδίοις, καὶ ὑπὲρ αὐτῆς πλάτανος πεφυκυῖα. [3] ὃς δ᾽ ἂν ὑπὸ κυνὸς κατασχέτου λύσσῃ ἤτοι ἕλκος καὶ ἄλλως κίνδυνον εὕρηται, τὸ ὕδωρ οἱ πίνοντι ἴαμα: καὶ Ἄλυσσον τοῦδε ἕνεκα ὀνομάζουσι τὴν πηγήν: καὶ οὕτω φαίνοιτο ἂν Ἀρκάσι τὸ μὲν πρὸς Φενεῷ ὕδωρ, Στύγα ὀνομάζουσιν, ἐπ᾽ ἀνθρώπου συμφορᾷ ἀνευρημένον, δὲ πηγὴ ἐν Κυναιθαεῦσιν ἀγαθὸν οὖσα ἀντίρροπον τῷ ἐκεῖ πήματι. [4]

λείπεται δὲ ἐκ Φενεοῦ τῶν ὁδῶν, αἵ εἰσι πρὸς ἡλίου δυσμῶν, ἐν ἀριστερᾷ. αὕτη δὲ ὁδὸς ἄγει μὲν ἐς Κλείτορα, καθήκει δὲ παρὰ τοῦ Ἡρακλέους τὸ ἔργον, τῷ ποταμῷ ῥεῦμα ἐποίησεν εἶναι τῷ Ἀροανίῳ. παρὰ τοῦτο ὁδὸς κάτεισιν ἐπὶ χωρίον Λυκουρίαν, καὶ ἔστι Φενεάταις Λυκουρία πρὸς Κλειτορίους ὅροι τῆς γῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), CYNAETHA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: