previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29.

ταῦτα μὲν δὴ ἔχοντά ἐστιν οὕτω, θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην: καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν, “Ἄσκρῃ δ᾽ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων,
δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν
Οἴοκλον, ὃς πρῶτος μετ᾽ Ἀλωέος ἔκτισε παίδων
Ἄσκρην, θ᾽ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα.
Hegesinus Atthis, unknown location. [2] ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην, ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἐμέ γενέσθαι: Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου ἔπη, ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρ᾽ αὐτοῦ Καλλίππου διδαχθέντες. Ἄσκρης μὲν δὴ πύργος εἷς ἐπ᾽ ἐμοῦ καὶ ἄλλο οὐδὲν ἐλείπετο ἐς μνήμην, οἱ δὲ τοῦ Ἀλωέως παῖδες ἀριθμόν τε Μούσας ἐνόμισαν εἶναι τρεῖς καὶ ὀνόματα αὐταῖς ἔθεντο Μελέτην καὶ Μνήμην καὶ Ἀοιδήν. [3] χρόνῳ δὲ ὕστερόν φασι Πίερον Μακεδόνα, ἀφ᾽ οὗ καὶ Μακεδόσιν ὠνόμασται τὸ ὄρος, τοῦτον ἐλθόντα ἐς Θεσπιὰς ἐννέα τε Μούσας καταστήσασθαι καὶ τὰ ὀνόματα τὰ νῦν μεταθέσθαι σφίσι. ταῦτα δὲ ἐνόμιζεν οὕτως Πίερος σοφώτερά οἱ εἶναι φανέντα κατά τι μάντευμα παρά του διδαχθεὶς τῶν Θρᾳκῶν: δεξιώτερον γὰρ τά τε ἄλλα ἐδόκει τοῦ Μακεδονικοῦ τὸ ἔθνος εἶναι πάλαι τὸ Θρᾴκιον καὶ οὐχ ὁμοίως ἐς τὰ θεῖα ὀλίγωρον. [4] εἰσὶ δ᾽ οἳ καὶ αὐτῷ θυγατέρας ἐννέα Πιέρῳ γενέσθαι λέγουσι καὶ τὰ ὀνόματα ἅπερ ταῖς θεαῖς τεθῆναι καὶ ταύταις, καὶ ὅσοι Μουσῶν παῖδες ἐκλήθησαν ὑπὸ Ἑλλήνων, θυγατριδοῦς εἶναι σφᾶς Πιέρου: Μίμνερμος δέ, ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας. [5] ἐν Ἑλικῶνι δὲ πρὸς τὸ ἄλσος ἰόντι τῶν Μουσῶν ἐν ἀριστερᾷ μὲν Ἀγανίππη πηγήθυγατέρα δὲ εἶναι τὴν Ἀγανίππην τοῦ Τερμησσοῦ λέγουσι, ῥεῖ δὲ καὶ οὗτος Τερμησσὸς περὶ τὸν Ἑλικῶνα—, τὴν δὲ εὐθεῖαν ἐρχομένῳ πρὸς τὸ ἄλσος ἔστιν εἰκὼν Εὐφήμης ἐπειργασμένη λίθῳ: τροφὸν δὲ εἶναι τὴν Εὐφήμην λέγουσι τῶν Μουσῶν. [6] ταύτης τε οὖν εἰκὼν καὶ μετ᾽ αὐτὴν Λίνος ἐστὶν ἐν πέτρᾳ μικρᾷ σπηλαίου τρόπον εἰργασμένῃ: τούτῳ κατὰ ἔτος ἕκαστον πρὸ τῆς θυσίας τῶν Μουσῶν ἐναγίζουσι. λέγεται δὲ ὡς Λίνος οὗτος παῖς μὲν Οὐρανίας εἴη καὶ Ἀμφιμάρου τοῦ Ποσειδῶνος, μεγίστην δὲ τῶν τε ἐφ᾽ αὑτοῦ καὶ ὅσοι πρότερον ἐγένοντο λάβοι δόξαν ἐπὶ μουσικῇ, καὶ ὡς Ἀπόλλων ἀποκτείνειεν αὐτὸν ἐξισούμενον κατὰ τὴν ᾠδήν. [7] ἀποθανόντος δὲ τοῦ Λίνου τὸ ἐπ᾽ αὐτῷ πένθος διῆλθεν ἄρα καὶ ἄχρι τῆς βαρβάρου πάσης, ὡς καὶ Αἰγυπτίοις ᾆσμα γενέσθαι Λίνον: καλοῦσι δὲ τὸ ᾆσμα Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Μανέρων. οἱ δὲ Ἕλλησιν ἔπη ποιήσαντες, Ὅμηρος μέν, ἅτε ᾆσμα Ἕλλησιν ὂν ἐπιστάμενος τοῦ Λίνου τὰ παθήματα, ἐπὶ τοῦ Ἀχιλλέως ἔφη τῇ ἀσπίδι ἄλλα τε ἐργάσασθαι τὸν Ἥφαιστον καὶ κιθαρῳδὸν παῖδα ᾁδοντα τὰ ἐς Λίνον: “τοῖσι δ᾽ ἐνὶ μέσσοισι πάις φόρμιγγι λιγείῃ
ἱμερόεν κιθάριζε, Λίνον δ᾽ ὑπὸ καλὸν ἄειδεν:
Hom. Il. 18.569-701 [8] Πάμφως δέ, ὃς Ἀθηναίοις τῶν ὕμνων ἐποίησε τοὺς ἀρχαιοτάτους, οὗτος ἀκμάζοντος ἐπὶ τῷ Λίνῳ τοῦ πένθους Οἰτόλινον ἐκάλεσεν αὐτόν. Σαπφὼ δὲ Λεσβία τοῦ Οἰτολίνου τὸ ὄνομα ἐκ τῶν ἐπῶν τῶν Πάμφω μαθοῦσα Ἄδωνιν ὁμοῦ καὶ Οἰτόλινον ᾖσεν. Θηβαῖοι δὲ λέγουσι παρὰ σφίσι ταφῆναι τὸν Λίνον, καὶ ὡς μετὰ τὸ πταῖσμα τὸ ἐν Χαιρωνείᾳ τὸ Ἑλληνικὸν Φίλιππος Ἀμύντου κατὰ δή τινα ὄψιν ὀνείρατος τὰ ὀστᾶ ἀνελόμενος τοῦ Λίνου κομίσειεν ἐς Μακεδονίαν: [9] ἐκεῖνον μὲν δὴ αὖθις ἐξ ἐνυπνίων ἄλλων ὀπίσω τοῦ Λίνου τὰ ὀστᾶ ἐς Θήβας ἀποστεῖλαι, τὰ δὲ ἐπιθήματα τοῦ τάφου, καὶ ὅσα σημεῖα ἄλλα ἦν, ἀνὰ χρόνον φασὶν ἀφανισθῆναι. λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Θηβαίων, ὡς τοῦ Λίνου τούτου γένοιτο ὕστερον ἕτερος Λίνος καλούμενος Ἰσμηνίου καὶ ὡς Ἡρακλῆς ἔτι παῖς ὢν ἀποκτείνειεν αὐτὸν διδάσκαλον μουσικῆς ὄντα. ἔπη δὲ οὔτε Ἀμφιμάρου Λίνος οὔτε τούτου γενόμενος ὕστερον ἐποίησαν: καὶ ποιηθέντα ἐς τοὺς ἔπειτα οὐκ ἦλθεν.

1 Pausanias misquotes.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (4 total)
  • Cross-references to this page (3):
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: