previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Pythian 9
ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙΩι ΟΠΛΙΤΟΔΡΟΜΩι


ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
σὺν βαθυζώνοισιν ἀγγέλλων
Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας:
5τὰν χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
[10] ἅρπασ᾽, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
ὑπέδεκτο δ᾽ ἀργυρόπεζ᾽ Ἀφροδίτα
10Δάλιον ξεῖνον θεοδμάτων
ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
[20] καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ᾽ Ὑψέος εὐρυβία:
ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
15δεύτερος: ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
[30] Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισ᾽ ἔτικτεν,
Γαίας θυγάτηρ. δὲ τὰν εὐώλενον
θρέψατο παῖδα Κυράναν: μὲν οὔθ᾽ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
οὔτε δείπνων οἰκοριᾶν μεθ᾽ ἑταιρᾶν τέρψιας,
20ἀλλ᾽ ἀκόντεσσίν τε χαλκέοις
φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους
[40] θῆρας, πολλάν τε καὶ ἡσύχιον
βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
παῦρον ἐπὶ γλεφάροις
25ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
κίχε νιν λέοντί ποτ᾽ εὐρυφαρέτρας
ὀμβρίμῳ μούναν παλαίοισαν
ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
αὐτίκα δ᾽ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ.
30 [51]σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
ἦτορ ἔχοισα: φόβῳ δ᾽ οὐ κεχείμανται φρένες.
τίς νιν ἀνθρώπων τέκεν; ποίας δ᾽ ἀποσπασθεῖσα φύτλας
[60] ὀρέων κευθμῶνας ἔχει σκιοέντων,
35γεύεται δ᾽ ἀλκᾶς ἀπειράντου;
ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;’
τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν
[70] εὐθὺς ἀμείβετο: ‘κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων,
40Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς
αἰδέοντ᾽, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς.
καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,
ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ᾽ ὁπόθεν γενεὰν
[80] ἐξερωτᾷς, ἄνα; κύριον ὃς πάντων τέλος
45οἶσθα καὶ πάσας κελεύθους:
ὅσσα τε χθὼν ἠρινὰ φύλλ᾽ ἀναπέμπει, χὠπόσαι
ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι
κύμασιν ῥιπαῖς τ᾽ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν
ἔσσεται, εὖ καθορᾷς.
50εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,
ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν
[90] τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου
Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι:
ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις
55νασιώταν ὄχθον ἐς ἀμφίπεδον: νῦν δ᾽ εὐρυλείμων πότνιά σοι Λιβύα
δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων: ἵνα οἱ χθονὸς αἶσαν
[100] αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,
οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ᾽ ἀγνῶτα θηρῶν.
τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς
60εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ
ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει.
ταὶ δ᾽ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,
[110] νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον
Ζῆνα καὶ ἁγνὸν Ἀπόλλων᾽, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,
65Ἀγρέα καὶ Νόμιον, τοῖς δ᾽ Ἀρισταῖον καλεῖν.’
ὣς ἄρ᾽ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
ὠκεῖα δ᾽ ἐπειγομένων ἤδη θεῶν
[120] πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν᾽ ἆμαρ διαίτασεν: θαλάμῳ δὲ μίγεν
ἐν πολυχρύσῳ Λιβύας: ἵνα καλλίσταν πόλιν
70ἀμφέπει κλεινάν τ᾽ ἀέθλοις.
καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ:
[130] ἔνθα νικάσαις ἀνέφανε Κυράναν, νιν εὔφρων δέξεται,
καλλιγύναικι πάτρᾳ
75δόξαν ἱμερτὰν ἀγαγόντ᾽ ἀπὸ Δελφῶν.
ἀρεταὶ δ᾽ αἰεὶ μεγάλαι πολύμυθοι:
βαιὰ δ᾽ ἐν μακροῖσι ποικίλλειν,
ἀκοὰ σοφοῖς: δὲ καιρὸς ὁμοίως
παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
80 [140] οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι: τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ᾽ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
85ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
[150] διδύμων κρατησίμαχον σθένος υἱῶν.
κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα:
τοῖσι τέλειον ἐπ᾽ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν: Χαρίτων κελαδεννᾶν
90 [160] μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
φαμὶ Νίσου τ᾽ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ᾽ εὐκλεΐξαι,
σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών:
οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ᾽ ἐν ξυνῷ πεποναμένον εὖ
μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
95κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
[170] παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ᾽ ἔννεπεν.
πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ᾽ ὡς ἕκασται φίλτατον
παρθενικαὶ πόσιν
100υἱὸν εὔχοντ᾽, Τελεσίκρατες, ἔμμεν,
ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
ἐπιχωρίοις. ἐμὲ δ᾽ ὦν τις ἀοιδᾶν
[180] δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
105καὶ παλαιὰν δόξαν ἑῶν προγόνων: οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν:
τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
[190] σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
ἔπλετο: χρυσοστεφάνου δέ οἱ Ἥβας
110καρπὸν ἀνθήσαντ᾽ ἀποδρέψαι
ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ᾽ ἐν Ἄργει
οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
[200] ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ᾽ ἀγῶνος:
115σὺν δ᾽ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
οὕτω δ᾽ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
[210] νυμφίον ἄνδρα: ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
εἶπε δ᾽ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
120ἀμφί οἱ ψαύσειε πέπλοις.
ἔνθ᾽ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
ἆγεν ἱππευτᾶν Νομάδων δι᾽ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
φύλλ᾽ ἔπι καὶ στεφάνους:
125 [220] πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (1885)
load focus English (Diane Arnson Svarlien)
hide References (49 total)
  • Commentary references to this page (40):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 513-862
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 863-910
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus Tyrannus, 911-1085
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1489
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 570
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 172-200
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 382
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 688
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 72
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 1.47
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 4.157
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HESTIA
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.358
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 3.154
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 8.547
    • Walter Leaf, Commentary on the Iliad (1900), 20.258
    • Walter Leaf, Commentary on the Iliad (1900), 9.594
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 14
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 7
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 9
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 1
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 10
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 11
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 12
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 2
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 3
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 4
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 5
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 6
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, 8
  • Cross-references to this page (5):
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter II
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, His style
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Dialect
    • Basil L. Gildersleeve, Pindar: The Olympian and Pythian Odes, Syntax
  • Cross-references in notes to this page (3):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: