previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[639α] οὐκ ἀποκνητέον ἀκούειν.

Ἀθηναῖος
σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;

Μέγιλλος
καὶ πῶς;

Ἀθηναῖος
χρηστὸς δὲ ἄρχων ἔσθ᾽ ἡμῖν ἐν πλοίοις πότερον ἐὰν [639β] τὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντ᾽ οὖν ναυτιᾷ ἄντε μή, πῶς ἂν λέγοιμεν;

Μέγιλλος
οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος λέγεις.

Ἀθηναῖος
τί δ᾽ ἄρχων στρατοπέδων; ἆρ᾽ ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;

Μέγιλλος
καὶ πῶς;

Ἀθηναῖος
ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλός τε ;

Μέγιλλος
παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν. [639ξ]

Ἀθηναῖος
τί δ᾽ ἐπαινέτην ψέκτην κοινωνίας ἡστινοσοῦν πέφυκέν τε ἄρχων εἶναι μετ᾽ ἐκείνου τε ὠφέλιμός ἐστιν, δὲ μήτε ἑωρακὼς εἴη ποτ᾽ ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετ᾽ ἄρχοντος, ἀεὶ δὲ ἄναρχον μετὰ κακῶν ἀρχόντων συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἐπαινέσεσθαι;

Μέγιλλος
πῶς δ᾽ ἄν, μηδέποτέ γε ἰδόντας μηδὲ συγγενομένους [639δ] ὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;

Ἀθηναῖος
ἔχε δή: τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;

Μέγιλλος
καὶ σφόδρα γε.

Ἀθηναῖος
ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπανοὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐδὲ νόμιμονἐγὼ δὲ ἐντετύχηκά τε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην [639ε] μὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐδὲ ἀκήκοα, μόρια δ᾽ εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθ᾽ ὡς εἰπεῖν διημαρτημένα.

Κλεινίας
πῶς δὴ ταῦτα, ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον: ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐδὲ ἐντυγχάνοντες

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: