previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[640α] ἂν ἴσως εὐθύς γε γνοῖμεν τό τε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.

Ἀθηναῖος
εἰκὸς λέγεις: ἀλλ᾽ ἐμοῦ φράζοντος πειρῶ μανθάνειν. τὸ μὲν γὰρ ἐν πάσαις τε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντ᾽ εἶναι.

Κλεινίας
πῶς δ᾽ οὔ;

Ἀθηναῖος
μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται. [640β]

Κλεινίας
καὶ τοῦτο οὕτως.

Ἀθηναῖος
εἰ δ᾽ ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μηδὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρ᾽ οὐ τοῦτ᾽ ἂν παντὶ τρόπῳ ἐπράττομεν;

Κλεινίας
σφόδρα μὲν οὖν.

Ἀθηναῖος
νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δ᾽ ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.

Κλεινίας
ὀρθῶς. [640ξ]

Ἀθηναῖος
ἔστιν δέ γε τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος. γάρ;

Κλεινίας
πῶς γάρ; ἀλλ᾽ οἶμαι πᾶν τοὐναντίον.

Ἀθηναῖος
οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;

Κλεινίας
τί μήν; ὡς οὐδενί γε πράγματι.

Ἀθηναῖος
πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ: γίγνεται γὰρ φύλαξ τῆς τε ὑπαρχούσης [640δ] φιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ τὴν τότε συνουσίαν.

Κλεινίας
ἀληθέστατα.

Ἀθηναῖος
οὐκοῦν νήφοντά τε καὶ σοφὸν ἄρχοντα μεθυόντων δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα, πολλῇ χρῷτ᾽ ἂν ἀγαθῇ τύχῃ.

Κλεινίας
παμπόλλῃ μὲν οὖν.

Ἀθηναῖος
οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν [640ε] αὐτῷ τῷ πράγματι, τάχ᾽ ἂν ὀρθῶς ἴσως μέμφοιτο: εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόν τε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτ᾽ αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθ᾽ ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότου τε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον. οὐ συννοεῖς τοῦθ᾽, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: