previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[894α] μὴ μενούσης δὲ αὐτῆς, δι᾽ ἀμφότερα ἀπόλλυται. γίγνεται δὴ πάντων γένεσις, ἡνίκ᾽ ἂν τί πάθος ; δῆλον ὡς ὁπόταν ἀρχὴ λαβοῦσα αὔξην εἰς τὴν δευτέραν ἔλθῃ μετάβασιν καὶ ἀπὸ ταύτης εἰς τὴν πλησίον, καὶ μέχρι τριῶν ἐλθοῦσα αἴσθησιν σχῇ τοῖς αἰσθανομένοις. μεταβάλλον μὲν οὖν οὕτω καὶ μετακινούμενον γίγνεται πᾶν: ἔστιν δὲ ὄντως ὄν, ὁπόταν μένῃ, μεταβαλὸν δὲ εἰς ἄλλην ἕξιν διέφθαρται παντελῶς. ἆρ᾽ οὖν κινήσεις πάσας εἰρήκαμεν ὡς ἐν εἴδεσιν [894β] λαβεῖν μετ᾽ ἀριθμοῦ, πλήν γε, φίλοι, δυοῖν;

Κλεινίας
ποίαιν δή;

Ἀθηναῖος
σχεδόν, ὠγαθέ, ἐκείναιν ὧν ἕνεκα πᾶσα ἡμῖν ἐστιν σκέψις τὰ νῦν.

Κλεινίας
λέγε σαφέστερον.

Ἀθηναῖος
ψυχῆς ἦν ἕνεκά που;

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
ἔστω τοίνυν μὲν ἕτερα δυναμένη κινεῖν κίνησις, ἑαυτὴν δὲ ἀδυνατοῦσα, ἀεὶ μία τις, δὲ αὑτήν τ᾽ ἀεὶ καὶ ἕτερα δυναμένη κατά τε συγκρίσεις ἔν τε διακρίσεσιν αὔξαις τε καὶ τῷ ἐναντίῳ καὶ γενέσεσι καὶ φθοραῖς ἄλλη μία τις [894ξ] αὖ τῶν πασῶν κινήσεων.

Κλεινίας
ἔστω γὰρ οὖν.

Ἀθηναῖος
οὐκοῦν τὴν μὲν ἕτερον ἀεὶ κινοῦσαν καὶ μεταβαλλομένην ὑφ᾽ ἑτέρου θήσομεν ἐνάτην αὖ, τήν τε ἑαυτὴν κινοῦσαν καὶ ἕτερον, ἐναρμόττουσαν πᾶσιν μὲν ποιήμασι, πᾶσιν δὲ παθήμασι, καλουμένην δὲ ὄντως τῶν ὄντων πάντων μεταβολὴν καὶ κίνησιν, ταύτην δὲ δεκάτην σχεδὸν ἐροῦμεν.

Κλεινίας
παντάπασι μὲν οὖν.

Ἀθηναῖος
τῶν δὴ δέκα μάλιστα ἡμῖν κινήσεων τίν᾽ ἂν προκρίναιμεν [894δ] ὀρθότατα πασῶν ἐρρωμενεστάτην τε εἶναι καὶ πρακτικὴν διαφερόντως;

Κλεινίας
μυρίῳ ἀνάγκη που φάναι διαφέρειν τὴν αὐτὴν αὑτὴν δυναμένην κινεῖν, τὰς δὲ ἄλλας πάσας ὑστέρας.

Ἀθηναῖος
εὖ λέγεις. ἆρ᾽ οὖν ἡμῖν τῶν νῦν οὐκ ὀρθῶς ῥηθέντων μεταθετέον ἓν καὶ δύο;

Κλεινίας
ποῖα φῄς;

Ἀθηναῖος
τὸ τῆς δεκάτης ῥηθὲν σχεδὸν οὐκ ὀρθῶς εἴρηται.

Κλεινίας
πῇ;

Ἀθηναῖος
πρῶτον γενέσει τέ ἐστιν καὶ ῥώμῃ κατὰ λόγον: τὸ [894ε] δὲ μετὰ τοῦτο ἔχομεν τούτου δεύτερον, ἄρτι ῥηθὲν ἀτόπως ἔνατον.

Κλεινίας
πῶς λέγεις;

Ἀθηναῖος
ὧδε. ὅταν ἕτερον ἄλλο ἡμῖν μεταβάλῃ καὶ τοῦτο ἄλλο ἕτερον ἀεί, τῶν τοιούτων ἆρα ἔσται ποτέ τι πρῶτον μεταβάλλον; καὶ πῶς, ὅταν ὑπ᾽ ἄλλου κινῆται, τοῦτ᾽ ἔσται ποτὲ τῶν ἀλλοιούντων πρῶτον; ἀδύνατον γάρ. ἀλλ᾽ ὅταν ἄρα αὐτὸ αὑτὸ κινῆσαν ἕτερον ἀλλοιώσῃ, τὸ δ᾽ ἕτερον ἄλλο,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: