previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[922α] τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας, ὅσοι σωτῆρες τῆς πόλεώς εἰσι συμπάσης εἴτε ἀνδρείαις εἴτε πολεμικαῖς μηχαναῖς, δευτέρους: πρώτοις γὰρ τὸ μέγιστον γέρας δεδόσθω τοῖς τὰ τῶν ἀγαθῶν νομοθετῶν γράμματα τιμᾶν διαφερόντως δυνηθεῖσιν.

τὰ μὲν δὴ μέγιστα τῶν συμβολαίων, ὅσα πρὸς ἀλλήλους ἄνθρωποι συμβάλλουσιν, πλήν γε ὀρφανικῶν καὶ τῆς τῶν ἐπιτρόπων ἐπιμελείας τῶν ὀρφανῶν, σχεδὸν ἡμῖν διατέτακται: [922β] ταῦτα δὲ δὴ μετὰ τὰ νῦν εἰρημένα ἀναγκαῖον ἁμῶς γέ πως τάξασθαι. τούτων δὲ ἀρχαὶ πάντων αἵ τε τῶν τελευτᾶν μελλόντων ἐπιθυμίαι τῆς διαθέσεως αἵ τε τῶν μηδὲν τὸ παράπαν διαθεμένων τύχαι: ἀναγκαῖον δὲ εἶπον, Κλεινία, βλέψας αὐτῶν πέρι πρός τε τὸ δύσκολον καὶ χαλεπόν. οὐδὲ γὰρ ἄτακτον δυνατόν ἐστ᾽ αὐτὸ ἐᾶν: πολλὰ γὰρ ἕκαστοι καὶ διάφορα ἀλλήλων καὶ ἐναντία τιθεῖντ᾽ ἂν τοῖς τε νόμοις καὶ τοῖς τῶν ζώντων ἤθεσιν καὶ τοῖς αὑτῶν τοῖς ἔμπροσθεν [922ξ] πρὶν διατίθεσθαι μέλλειν, εἴ τις ἐξουσίαν δώσει ἁπλῶς οὕτως κυρίαν εἶναι διαθήκην ἣν ἄν τις διαθῆται ὁπωσοῦν ἔχων πρὸς τῷ τοῦ βίου τέλει. ἀνοήτως γὰρ δὴ καὶ διατεθρυμμένως τινὰ τρόπον ἔχομεν οἱ πλεῖστοι, ὅταν ἤδη μέλλειν ἡγώμεθα τελευτᾶν.

Κλεινίας
πῶς τοῦτο, ξένε, λέγεις;

Ἀθηναῖος
χαλεπόν ἐστ᾽, Κλεινία, μέλλων ἄνθρωπος τελευτήσειν, καὶ μεστὸν λόγου τοῖς νομοθέταις εὖ μάλα φοβεροῦ καὶ δυσχεροῦς.

Κλεινίας
πῇ; [922δ]

Ἀθηναῖος
ζητῶν εἶναι κύριος ἁπάντων, εἴωθε μετ᾽ ὀργῆς λέγειν.

Κλεινίας
ποῖα δή;

Ἀθηναῖος
δεινόν γε, θεοί, φησίν, εἰ τὰ ἐμὰ ἐμοὶ μηδαμῶς ἐξέσται δοῦναί τε ὅτῳ ἂν ἐθέλω καὶ μή, καὶ τῷ μὲν πλείω, τῷ δ᾽ ἐλάττονα, τῶν ὁπόσοι περὶ ἐμὲ φαῦλοι καὶ ὅσοι ἀγαθοὶ γεγόνασιν φανερῶς, βασανισθέντες ἱκανῶς ἐν νόσοις, οἱ δ᾽ ἐν γήρᾳ καὶ ἄλλαις παντοίαισι τύχαις.

Κλεινίας
οὐκοῦν, ξένε, καλῶς δοκοῦσίν σοι λέγειν; [922ε]

Ἀθηναῖος
μαλθακοὶ ἔμοιγ᾽, Κλεινία, δοκοῦσιν οἱ πάλαι νομοθετοῦντες γεγονέναι καὶ ἐπὶ σμικρὸν τῶν ἀνθρωπίνων πραγμάτων βλέποντές τε καὶ διανοούμενοι νομοθετεῖν.

Κλεινίας
πῶς λέγεις;

Ἀθηναῖος
τὸν λόγον τοῦτον, ὠγαθέ, φοβούμενοι, τὸν νόμον ἐτίθεσαν τὸν ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ἁπλῶς ὅπως ἄν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: