previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[932α] οὖν οὕτω φύσει διατεταγμένων, τοῖς μὲν ἀγαθοῖς ἕρμαιον πρόγονοι γηραιοί, ζῶντες μέχρι τῶν ἐσχάτων τοῦ βίου, καὶ ἀπιόντες νέοι σφόδρα ποθεινοί, τοῖς δὲ κακοῖς εὖ μάλα φοβεροί. πᾶς δὴ τιμάτω πάσαις τιμαῖς ταῖς ἐννόμοις τοὺς αὑτοῦ γεννήτορας τοῖς νῦν πεισθεὶς λόγοις: εἰ δ᾽ οὖν τινα κατέχοι φήμη κωφὴ τῶν τοιούτων προοιμίων, νόμος ὅδε ἐπὶ τούτοις ὀρθῶς κείμενος ἂν εἴη: ἐάν τις ἐν τῇδε τῇ πόλει γονέων ἀμελέστερον ἔχῃ τοῦ δέοντος, καὶ μὴ τῶν ὑέων καὶ [932β] πάντων τῶν ἐκγόνων αὑτοῦ καὶ ἑαυτοῦ μειζόνως εἰς ἅπαντα ἐπιτρέπων καὶ ἀποπληρῶν τὰς βουλήσεις, ἐξαγγελλέτω μὲν πάσχων τι τοιοῦτον, εἴτε αὐτὸς εἴτε τινὰ πέμπων, πρὸς τρεῖς μὲν τῶν νομοφυλάκων τοὺς πρεσβυτάτους, τρεῖς δ᾽ αὖ τῶν περὶ γάμους γυναικῶν ἐπιμελουμένων: οἱ δ᾽ ἐπιμελείσθωσαν, κολάζοντες τοὺς ἀδικοῦντας νέους μὲν ὄντας ἔτι πληγαῖς καὶ δεσμοῖς, μέχριπερ ἂν ἐτῶν ἄνδρες μὲν [932ξ] τυγχάνωσιν ὄντες τριάκοντα, γυναῖκες δὲ δέκα πλείοσιν ἔτεσιν κολαζέσθωσαν ταῖς αὐταῖς κολάσεσιν. ἐὰν δὲ πορρωτέρω τούτων τῶν ἐτῶν ὄντες τῶν αὐτῶν ἀμελειῶν περὶ γονέας μὴ ἀφιστῶνται, κακῶσι δέ τινάς τινες, εἰς δικαστήριον εἰσαγόντων αὐτοὺς εἰς ἕνα καὶ ἑκατὸν τῶν πολιτῶν, οἵτινες ἂν ὦσι πρεσβύτατοι ἁπάντων: ἂν δέ τις ὄφλῃ, τιμάτω τὸ δικαστήριον ὅτι χρὴ τίνειν πάσχειν, ἀπόρρητον μηδὲν ποιούμενοι ὅσων δυνατὸς ἄνθρωπος πάσχειν τίνειν. [932δ] ἐὰν δέ τις ἀδυνατῇ κακούμενος φράζειν, πυθόμενος τῶν ἐλευθέρων ἐξαγγελλέτω τοῖς ἄρχουσιν κακὸς ἔστω καὶ ὑπόδικος τῷ ἐθέλοντι βλάβης. ἐὰν δὲ δοῦλος μηνύσῃ, ἐλεύθερος ἔστω, καὶ ἐὰν μὲν τῶν κακούντων κακουμένων δοῦλος, ὑπὸ τῆς ἀρχῆς ἀφείσθω, ἐὰν δέ τινος ἄλλου τῶν πολιτῶν, τὸ δημόσιον ὑπὲρ αὐτοῦ τιμὴν τῷ κεκτημένῳ καταβαλλέτω: τοῖς ἄρχουσιν δὲ ἐπιμελὲς ἔστω μή τις ἀδικῇ τὸν τοιοῦτον τιμωρούμενος τῆς μηνύσεως ἕνεκα. [932ε]

ὅσα τις ἄλλος ἄλλον πημαίνει φαρμάκοις, τὰ μὲν θανάσιμα αὐτῶν διείρηται, τῶν δ᾽ ἄλλων πέρι βλάψεων, εἴτε τις ἄρα πώμασιν καὶ βρώμασιν ἀλείμμασιν ἑκὼν ἐκ προνοίας πημαίνει, τούτων οὐδέν πω διερρήθη. διτταὶ γὰρ δὴ φαρμακεῖαι κατὰ τὸ τῶν ἀνθρώπων οὖσαι γένος ἐπίσχουσιν τὴν διάρρησιν. ἣν μὲν γὰρ τὰ νῦν διαρρήδην

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: