previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[955α] πρὸς τῷ ἀτελῆ, δεθῆναι μὲν ἐνιαυτόν, ὑπόδικον δὲ ἀνδραποδισμοῦ τῷ ἐθέλοντι γίγνεσθαι. ἐὰν δὲ ἀνταγωνιστὴν γυμναστικῆς μουσικῆς τινος ἀγῶνος ἑτέρου διακωλύῃ τις βίᾳ μὴ παραγίγνεσθαι, φραζέτω μὲν ἐθέλων τοῖς ἀθλοθέταις, οἱ δ᾽ εἰς τὸν ἀγῶνα ἐλεύθερον ἀφιέντων τὸν ἐθέλοντα ἀγωνίζεσθαι: ἐὰν δὲ ἀδυνατήσωσιν, ἐὰν μὲν κωλύων ἀγωνίζεσθαι νικήσῃ, τά τε νικητήρια τῷ διακωλυθέντι [955β] διδόναι καὶ νικήσαντα γράφειν ἐν ἱεροῖς οἷς ἂν ἐθέλῃ, τῷ δὲ διακωλύσαντι μὴ ἐξέστω μηδὲν ἀνάθημα μηδ᾽ ἐπιγραφὴν τοῦ τοιούτου ἀγῶνός ποτε γενέσθαι, βλάβης δὲ ὑπόδικος γιγνέσθω, ἐάντε ἡττῆται ἀγωνιζόμενος ἐάντε καὶ νικᾷ.

ἐάν τις κλεμμάδιον ὁτιοῦν ὑποδέχηται γιγνώσκων, τὴν αὐτὴν ὑπεχέτω δίκην τῷ κλέψαντι: φυγάδος δὲ ὑποδοχῆς θάνατος ἔστω ζημία.

τὸν αὐτὸν φίλον τε καὶ ἐχθρὸν νομιζέτω πᾶς τῇ πόλει: [955ξ] ἐὰν δέ τις ἰδίᾳ ποιῆται πρός τινας εἰρήνην πόλεμον ἄνευ τοῦ κοινοῦ, θάνατος ἔστω καὶ τούτῳ ζημία: ἐὰν δέ τι μέρος τῆς πόλεως εἰρήνην πόλεμον πρός τινας ἑαυτῷ ποιῆται, τοὺς αἰτίους οἱ στρατηγοὶ ταύτης τῆς πράξεως εἰσαγόντων εἰς δικαστήριον, ὀφλόντι δὲ θάνατος ἔστω δίκη.

τοὺς τῇ πατρίδι διακονοῦντάς τι δώρων χωρὶς χρὴ διακονεῖν, πρόφασιν δ᾽ εἶναι μηδεμίαν μηδὲ λόγον ἐπαινούμενον, ὡς ἐπ᾽ ἀγαθοῖς μὲν δεῖ δέχεσθαι δῶρα, ἐπὶ δὲ φλαύροις [955δ] οὔ: τὸ γὰρ γνῶναι καὶ γνόντα καρτερεῖν οὐκ εὐπετές, ἀκούοντα δὲ ἀσφαλέστατον πείθεσθαι τῷ νόμῳ, μηδὲν ἐπὶ δώροισιν διακονεῖν. δὲ μὴ πειθόμενος ἁπλῶς τεθνάτω ἁλοὺς τῇ δίκῃ.

χρημάτων εἰσφορᾶς πέρι τῷ κοινῷ, τετιμῆσθαι μὲν ἕκαστον τὴν οὐσίαν ἕνεκα πολλῶν χρεὼν καὶ τὴν ἐπέτειον ἐπικαρπίαν ἐν γράμμασιν ἀποφέρειν ἀγρονόμοις φυλέτας, ὅπως ἂν δυοῖν οὔσαιν ταῖν εἰσφοραῖν, ὁποτέρᾳ τὸ δημόσιον [955ε] ἂν χρῆσθαι βούληται, χρῆται, κατ᾽ ἐνιαυτὸν ἕκαστον βουλευομένων, ἐάντε τοῦ τιμήματος ὅλου μέρει ἐάντε τῆς γενομένης ἐπ᾽ ἐνιαυτὸν ἑκάστοτε προσόδου, χωρὶς τῶν εἰς τὰ συσσίτια τελουμένων.

θεοῖσι δὲ ἀναθήματα χρεὼν ἔμμετρα τὸν μέτριον ἄνδρα ἀνατιθέντα δωρεῖσθαι. γῆ μὲν οὖν ἑστία τε οἰκήσεως ἱερὰ πᾶσι πάντων θεῶν: μηδεὶς οὖν δευτέρως ἱερὰ καθιερούτω θεοῖς. χρυσὸς δὲ καὶ ἄργυρος ἐν ἄλλαις πόλεσιν ἰδίᾳ τε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: