previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[969α] ταῦτα ποιητέον, ἐγὼ δ᾽ ὑμῖν συγκινδυνεύσω τῷ φράζειν τε καὶ ἐξηγεῖσθαι τά γε δεδογμένα ἐμοὶ περὶ τῆς παιδείας τε καὶ τροφῆς τῆς νῦν αὖ κεκινημένης τοῖς λόγοις: τὸ μέντοι κινδύνευμα οὐ σμικρὸν οὐδ᾽ ἑτέροις τισὶν προσφερὲς ἂν εἴη. σοὶ δὴ τοῦτό γε, Κλεινία, μέλειν παρακελεύομαι: σὺ γὰρ τὴν Μαγνήτων πόλιν, ἂν θεὸς ἐπώνυμον αὐτὴν ποιήσῃ, κλέος ἀρῇ μέγιστον κατασκευάσας αὐτὴν ὀρθῶς, τό γε ἀνδρειότατος [969β] εἶναι δοκεῖν τῶν ὕστερον ἐπιγιγνομένων οὐκ ἐκφεύξῃ ποτέ. ἐάν γε μὴν οὗτος ἡμῖν θεῖος γένηται σύλλογος, φίλοι ἑταῖροι, παραδοτέον τούτῳ τὴν πόλιν, ἀμφισβήτησίς τε οὐκ ἔστ᾽ οὐδεμία οὐδενὶ τῶν νῦν παρὰ ταῦθ᾽ ὡς ἔπος εἰπεῖν νομοθετῶν, ὄντως δὲ ἔσται σχεδὸν ὕπαρ ἀποτετελεσμένον οὗ σμικρῷ πρόσθεν ὀνείρατος ὣς τῷ λόγῳ ἐφηψάμεθα, κεφαλῆς νοῦ τε κοινωνίας εἰκόνα τινά πως συμμείξαντες, ἐὰν ἄρα ἡμῖν οἵ τε ἄνδρες ἀκριβῶς ἐκλεχθῶσι, παιδευθῶσί τε [969ξ] προσηκόντως, παιδευθέντες τε ἐν ἀκροπόλει τῆς χώρας κατοικήσαντες, φύλακες ἀποτελεσθῶσιν οἵους ἡμεῖς οὐκ εἴδομεν ἐν τῷ πρόσθεν βίῳ πρὸς ἀρετὴν σωτηρίας γενομένους.

Μέγιλλος
φίλε Κλεινία, ἐκ τῶν νῦν ἡμῖν εἰρημένων ἁπάντων τὴν πόλιν ἐατέον τῆς κατοικίσεως τὸν ξένον τόνδε οὐκ ἀφετέον, ἀλλὰ δεήσεσιν καὶ μηχαναῖς πάσαις κοινωνὸν ποιητέον ἐπὶ τὴν τῆς πόλεως κατοίκισιν. [969δ]

Κλεινίας
ἀληθέστατα λέγεις, Μέγιλλε, καὶ ἐγὼ ποιήσω ταῦθ᾽ οὕτως καὶ σὺ συλλάμβανε.

Μέγιλλος
συλλήψομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: