previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[668α] ἀληθεῖκαὶ δὴ καὶ πᾶσαν ἰσότητα: οὐ γὰρ εἴ τῳ δοκεῖ μή τις χαίρει τῳ, τό γε ἴσον ἴσον οὐδὲ τὸ σύμμετρον ἂν εἴη σύμμετρον ὅλωςἀλλὰ τῷ ἀληθεῖ πάντων μάλιστα, ἥκιστα δὲ ὁτῳοῦν ἄλλῳ;

Κλεινίας
παντάπασι μὲν οὖν.

Ἀθηναῖος
οὐκοῦν μουσικήν γε πᾶσάν φαμεν εἰκαστικήν τε εἶναι καὶ μιμητικήν;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
ἥκιστ᾽ ἄρα ὅταν τις μουσικὴν ἡδονῇ φῇ κρίνεσθαι, τοῦτον ἀποδεκτέον τὸν λόγον, καὶ ζητητέον ἥκιστα ταύτην [668β] ὡς σπουδαίαν, εἴ τις ἄρα που καὶ γίγνοιτο, ἀλλ᾽ ἐκείνην τὴν ἔχουσαν τὴν ὁμοιότητα τῷ τοῦ καλοῦ μιμήματι.

Κλεινίας
ἀληθέστατα.

Ἀθηναῖος
καὶ τούτοις δὴ τοῖς τὴν καλλίστην ᾠδήν τε ζητοῦσι καὶ μοῦσαν ζητητέον, ὡς ἔοικεν, οὐχ ἥτις ἡδεῖα ἀλλ᾽ ἥτις ὀρθή: μιμήσεως γὰρ ἦν, ὥς φαμεν, ὀρθότης, εἰ τὸ μιμηθὲν ὅσον τε καὶ οἷον ἦν ἀποτελοῖτο.

Κλεινίας
πῶς γὰρ οὔ;

Ἀθηναῖος
καὶ μὴν τοῦτό γε πᾶς ἂν ὁμολογοῖ περὶ τῆς μουσικῆς, ὅτι πάντα τὰ περὶ αὐτήν ἐστιν ποιήματα μίμησίς τε [668ξ] καὶ ἀπεικασία: καὶ τοῦτό γε μῶν οὐκ ἂν σύμπαντες ὁμολογοῖεν ποιηταί τε καὶ ἀκροαταὶ καὶ ὑποκριταί;

Κλεινίας
καὶ μάλα.

Ἀθηναῖος
δεῖ δὴ καθ᾽ ἕκαστόν γε, ὡς ἔοικε, γιγνώσκειν τῶν ποιημάτων ὅτι ποτ᾽ ἐστὶν τὸν μέλλοντα ἐν αὐτῷ μὴ ἁμαρτήσεσθαι: μὴ γὰρ γιγνώσκων τὴν οὐσίαν, τί ποτε βούλεται καὶ ὅτου ποτ᾽ ἐστὶν εἰκὼν ὄντως, σχολῇ τήν γε ὀρθότητα τῆς βουλήσεως καὶ ἁμαρτίαν αὐτοῦ διαγνώσεται.

Κλεινίας
σχολῇ: πῶς δ᾽ οὔ; [668δ]

Ἀθηναῖος
δὲ τὸ ὀρθῶς μὴ γιγνώσκων ἆρ᾽ ἄν ποτε τό γε εὖ καὶ τὸ κακῶς δυνατὸς εἴη διαγνῶναι; λέγω δὲ οὐ πάνυ σαφῶς, ἀλλ᾽ ὧδε σαφέστερον ἴσως ἂν λεχθείη.

Κλεινίας
πῶς;

Ἀθηναῖος
εἰσὶν δήπου κατὰ τὴν ὄψιν ἡμῖν ἀπεικασίαι μυρίαι.

Κλεινίας
ναί.

Ἀθηναῖος
τί οὖν εἴ τις καὶ ἐν τούτοις ἀγνοοῖ τῶν μεμιμημένων ὅτι ποτ᾽ ἐστὶν ἕκαστον τῶν σωμάτων; ἆρ᾽ ἄν ποτε τό γε ὀρθῶς αὐτῶν εἰργασμένον γνοίη; λέγω δὲ τὸ τοιόνδε, οἷον τοὺς ἀριθμοὺς τοῦ σώματος καὶ ἑκάστων τῶν μερῶν [668ε] τὰς θέσεις εἰ ἔχει, ὅσοι τέ εἰσιν καὶ ὁποῖα παρ᾽ ὁποῖα αὐτῶν κείμενα τὴν προσήκουσαν τάξιν ἀπείληφενκαὶ ἔτι δὴ χρώματά τε καὶ σχήματα πάντα ταῦτα τεταραγμένως εἴργασται: μῶν δοκεῖ ταῦτ᾽ ἄν ποτε διαγνῶναί τις τὸ παράπαν ἀγνοῶν ὅτι ποτ᾽ ἐστὶ τὸ μεμιμημένον ζῷον;

Κλεινίας
καὶ πῶς;

Ἀθηναῖος
τί δ᾽ εἰ γιγνώσκοιμεν ὅτι τὸ γεγραμμένον τὸ πεπλασμένον ἐστὶν ἄνθρωπος, καὶ τὰ μέρη πάντα τὰ ἑαυτοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: