previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[704α]

Ἀθηναῖος
φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι; λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτ᾽ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήντοῦτο μὲν γὰρ τάχ᾽ ἂν ἴσως καὶ κατοικισμὸς αὐτῆς τις τόπος, ποταμοῦ τινος κρήνης θεῶν ἐπωνυμία τῶν ἐν τῷ [704β] τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλειτόδε δὲ περὶ αὐτῆς ἐστιν βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις χερσαία.

Κλεινίας
σχεδόν, ξένε, ἀπέχει θαλάττης γε πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.

Ἀθηναῖος
τί δέ; λιμένες ἆρ᾽ εἰσὶν κατὰ ταῦτα αὐτῆς, τὸ παράπαν ἀλίμενος;

Κλεινίας
εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ξένε. [704ξ]

Ἀθηναῖος
παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν χώρα; πότερα πάμφορος καί τινων ἐπιδεής;

Κλεινίας
σχεδὸν οὐδενὸς ἐπιδεής.

Ἀθηναῖος
γείτων δὲ αὐτῆς πόλις ἆρ᾽ ἔσται τις πλησίον;

Κλεινίας
οὐ πάνυ, διὸ καὶ κατοικίζεται: παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.

Ἀθηναῖος
τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν;

Κλεινίας
προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ. [704δ]

Ἀθηναῖος
τραχυτέραν αὐτὴν πεδιεινοτέραν ἂν λέγοις.

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
οὐ τοίνυν ἀνίατός γε ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος ἀλλ᾽ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός τε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη: νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: