previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[709α]

Ἀθηναῖος
ἔμελλον λέγειν ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ συμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσι τὰ πάντα ἡμῖν. γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, πενίας χαλεπῆς ἀπορία: πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων, καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. ταῦτα δὴ πάντα προϊδών τις ᾁξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νυνδή, τὸ θνητὸν [709β] μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δ᾽ εἶναι σχεδὸν ἅπαντα τὰ ἀνθρώπινα πράγματα: τὸ δ᾽ ἔστιν περί τε ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτ᾽ εἰπόντα δοκεῖν εὖ λέγειν, ἀλλὰ γὰρ ὁμοίως αὖ καὶ τόδε ἔστιν λέγοντα εὖ λέγειν ἐν τοῖς αὐτοῖς τούτοις.

Κλεινίας
τὸ ποῖον;

Ἀθηναῖος
ὡς θεὸς μὲν πάντα, καὶ μετὰ θεοῦ τύχη καὶ καιρός, τἀνθρώπινα διακυβερνῶσι σύμπαντα. ἡμερώτερον μὴν τρίτον [709ξ] συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην: καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν μή, μέγα πλεονέκτημα ἔγωγ᾽ ἂν θείην. πῶς;

Κλεινίας
οὕτως.

Ἀθηναῖος
οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον, καὶ δὴ καὶ νομοθεσίᾳ ταὐτὸν τοῦτο δοτέον: τῶν ἄλλων συμπιπτόντων, ὅσα δεῖ χώρᾳ συντυχεῖν, εἰ μέλλοι ποτὲ εὐδαιμόνως οἰκήσειν, τὸν νομοθέτην ἀληθείας ἐχόμενον τῇ τοιαύτῃ παραπεσεῖν ἑκάστοτε πόλει δεῖν.

Κλεινίας
ἀληθέστατα λέγεις. [709δ]

Ἀθηναῖος
οὐκοῦν γε πρὸς ἕκαστόν τι τῶν εἰρημένων ἔχων τὴν τέχνην κἂν εὔξασθαί που δύναιτο ὀρθῶς, τί παρὸν αὐτῷ διὰ τύχης, τῆς τέχνης ἂν μόνον ἐπιδέοι;

Κλεινίας
πάνυ μὲν οὖν.

Ἀθηναῖος
οἵ τε ἄλλοι γε δὴ πάντες οἱ νυνδὴ ῥηθέντες, κελευόμενοι τὴν αὑτῶν εὐχὴν εἰπεῖν, εἴποιεν ἄν. γάρ;

Κλεινίας
τί μήν;

Ἀθηναῖος
ταὐτὸν δὴ καὶ νομοθέτης οἶμαι δράσειεν.

Κλεινίας
ἔγωγ᾽ οἶμαι.

Ἀθηναῖος
φέρε δή, νομοθέτα,’ πρὸς αὐτὸν φῶμεν, ‘τί σοι [709ε] καὶ πῶς πόλιν ἔχουσαν δῶμεν, λαβὼν ἕξεις ὥστ᾽ ἐκ τῶν λοιπῶν αὐτὸς τὴν πόλιν ἱκανῶς διοικῆσαι;’

Κλεινίας
τί μετὰ τοῦτ᾽ εἰπεῖν ὀρθῶς ἔστιν ἄρα;

Ἀθηναῖος
τοῦ νομοθέτου φράζομεν τοῦτο, γάρ;

Κλεινίας
ναί.

Ἀθηναῖος
τόδε: ‘τυραννουμένην μοι δότε τὴν πόλιν,’ φήσει: ‘τύραννος δ᾽ ἔστω νέος καὶ μνήμων καὶ εὐμαθὴς καὶ ἀνδρεῖος καὶ μεγαλοπρεπὴς φύσει: δὲ καὶ ἐν τοῖς πρόσθεν ἐλέγομεν δεῖν ἕπεσθαι σύμπασιν τοῖς τῆς ἀρετῆς μέρεσι, καὶ νῦν τῇ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: