previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[729α] τούτων ἔχθρας καὶ στάσεις ἀπεργάζεται ταῖς πόλεσιν καὶ ἰδίᾳ, τὰ δ᾽ ἐλλείποντα δουλείας ὡς τὸ πολύ. μὴ δή τις φιλοχρημονείτω παίδων γ᾽ ἕνεκα, ἵνα ὅτι πλουσιωτάτους καταλίπῃ: οὔτε γὰρ ἐκείνοις οὔτε αὖ τῇ πόλει ἄμεινον. γὰρ τῶν νέων ἀκολάκευτος οὐσία, τῶν δ᾽ ἀναγκαίων μὴ ἐνδεής, αὕτη πασῶν μουσικωτάτη τε καὶ ἀρίστη: συμφωνοῦσα γὰρ ἡμῖν καὶ συναρμόττουσα εἰς ἅπαντα ἄλυπον τὸν [729β] βίον ἀπεργάζεται. παισὶν δὲ αἰδῶ χρὴ πολλήν, οὐ χρυσὸν καταλείπειν. οἰόμεθα δὲ ἐπιπλήττοντες τοῖς νέοις ἀναισχυντοῦσιν τοῦτο καταλείψειν: τὸ δ᾽ ἔστιν οὐκ ἐκ τοῦ νῦν παρακελεύματος τοῖς νέοις γιγνόμενον, παρακελεύονται λέγοντες ὡς δεῖ πάντα αἰσχύνεσθαι τὸν νέον. δὲ ἔμφρων νομοθέτης τοῖς πρεσβυτέροις ἂν μᾶλλον παρακελεύοιτο αἰσχύνεσθαι τοὺς νέους, καὶ πάντων μάλιστα εὐλαβεῖσθαι μή ποτέ τις αὐτὸν ἴδῃ τῶν νέων καὶ ἐπακούσῃ δρῶντα [729ξ] λέγοντά τι τῶν αἰσχρῶν, ὡς ὅπου ἀναισχυντοῦσι γέροντες, ἀνάγκη καὶ νέους ἐνταῦθα εἶναι ἀναιδεστάτους: παιδεία γὰρ νέων διαφέρουσά ἐστιν ἅμα καὶ αὐτῶν οὐ τὸ νουθετεῖν, ἀλλ᾽ ἅπερ ἂν ἄλλον νουθετῶν εἴποι τις, φαίνεσθαι ταῦτα αὐτὸν δρῶντα διὰ βίου. συγγένειαν δὲ καὶ ὁμογνίων θεῶν κοινωνίαν πᾶσαν ταὐτοῦ φύσιν αἵματος ἔχουσαν τιμῶν τις καὶ σεβόμενος, εὔνους ἂν γενεθλίους θεοὺς εἰς παίδων αὑτοῦ σπορὰν ἴσχοι κατὰ λόγον. καὶ μὴν τό γε φίλων καὶ ἑταίρων [729δ] πρὸς τὰς ἐν βίῳ ὁμιλίας εὐμενεῖς ἄν τις κτῷτο, μείζους μὲν καὶ σεμνοτέρας τὰς ἐκείνων ὑπηρεσίας εἰς αὑτὸν ἡγούμενος 'κεῖνοι, ἐλάττους δ᾽ αὖ τὰς αὑτοῦ διανοούμενος εἰς τοὺς φίλους χάριτας αὐτῶν τῶν φίλων τε καὶ ἑταίρων. εἰς μὴν πόλιν καὶ πολίτας μακρῷ ἄριστος ὅστις πρὸ τοῦ Ὀλυμπίασιν καὶ ἁπάντων ἀγώνων πολεμικῶν τε καὶ εἰρηνικῶν νικᾶν δέξαιτ᾽ ἂν δόξῃ ὑπηρεσίας τῶν οἴκοι νόμων, ὡς [729ε] ὑπηρετηκὼς πάντων κάλλιστ᾽ ἀνθρώπων αὐτοῖς ἐν τῷ βίῳ. πρὸς δ᾽ αὖ τοὺς ξένους διανοητέον ὡς ἁγιώτατα συμβόλαια ὄντα: σχεδὸν γὰρ πάντ᾽ ἐστὶ τὰ τῶν ξένων καὶ εἰς τοὺς ξένους ἁμαρτήματα παρὰ τὰ τῶν πολιτῶν εἰς θεὸν ἀνηρτημένα τιμωρὸν μᾶλλον. ἔρημος γὰρ ὢν ξένος ἑταίρων τε καὶ συγγενῶν ἐλεεινότερος ἀνθρώποις καὶ θεοῖς: δυνάμενος οὖν τιμωρεῖν μᾶλλον βοηθεῖ προθυμότερον, δύναται

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: