previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[741α] κατακλυσμὸν φέρον νόσων, πολέμων φθορά, ἐλάττους δὲ πολὺ τοῦ τεταγμένου ἀριθμοῦ δι᾽ ὀρφανίας γένωνται, ἑκόντας μὲν οὐ δεῖ πολίτας παρεμβάλλειν νόθῃ παιδείᾳ πεπαιδευμένους, ἀνάγκην δὲ οὐδὲ θεὸς εἶναι λέγεται δυνατὸς βιάζεσθαι.

ταῦτ᾽ οὖν δὴ τὸν νῦν λεγόμενον λόγον ἡμῖν φῶμεν παραινεῖν λέγοντα: πάντων ἀνδρῶν ἄριστοι, τὴν ὁμοιότητα καὶ ἰσότητα καὶ τὸ ταὐτὸν καὶ ὁμολογούμενον τιμῶντες κατὰ φύσιν μὴ ἀνίετε κατά τε ἀριθμὸν καὶ πᾶσαν δύναμιν [741β] τὴν τῶν καλῶν κἀγαθῶν πραγμάτων: καὶ δὴ καὶ νῦν τὸν ἀριθμὸν μὲν πρῶτον διὰ βίου παντὸς φυλάξατε τὸν εἰρημένον, εἶτα τὸ τῆς οὐσίας ὕψος τε καὶ μέγεθος, τὸ πρῶτον ἐνείμασθε μέτριον ὄν, μὴ ἀτιμάσητε τῷ τε ὠνεῖσθαι καὶ τῷ πωλεῖν πρὸς ἀλλήλουςοὔτε γὰρ νείμας κλῆρος ὢν θεὸς ὑμῖν σύμμαχος οὔτε νομοθέτηςνῦν γὰρ δὴ πρῶτον τῷ ἀπειθοῦντι νόμος προστάττει, προειπὼν ἐπὶ τούτοις κληροῦσθαι [741ξ] τὸν ἐθέλοντα μὴ κληροῦσθαι, ὡς πρῶτον μὲν τῆς γῆς ἱερᾶς οὔσης τῶν πάντων θεῶν, εἶτα ἱερέων τε καὶ ἱερειῶν εὐχὰς ποιησομένων ἐπὶ τοῖς πρώτοις θύμασι καὶ δευτέροις καὶ μέχρι τριῶν, τὸν πριάμενον ἀποδόμενον ὧν ἔλαχεν οἰκοπέδων γηπέδων τὰ ἐπὶ τούτοις πρέποντα πάσχειν πάθη: γράψαντες δὲ ἐν τοῖς ἱεροῖς θήσουσι κυπαριττίνας μνήμας εἰς τὸν ἔπειτα χρόνον καταγεγραμμένας, πρὸς τούτοις δ᾽ ἔτι φυλακτήρια τούτων, ὅπως ἂν γίγνηται, [741δ] καταστήσουσιν ἐν ταύτῃ τῶν ἀρχῶν ἥτις ἂν ὀξύτατον ὁρᾶν δοκῇ, ἵνα αἱ παρὰ ταῦτα ἑκάστοτε παραγωγαὶ γιγνόμεναι μὴ λανθάνωσιν αὐτούς, ἀλλὰ κολάζωσι τὸν ἀπειθοῦντα ἅμα νόμῳ καὶ τῷ θεῷ. ὅσον γὰρ δὴ τὸ νῦν ἐπιταττόμενον ἀγαθὸν ὂν τυγχάνει πάσαις ταῖς πειθομέναις πόλεσι, τὴν ἑπομένην κατασκευὴν προσλαβόν, κατὰ τὴν παλαιὰν παροιμίαν οὐδεὶς εἴσεταί ποτε κακὸς ὤν, ἀλλ᾽ ἔμπειρός τε καὶ ἐπιεικὴς ἔθεσι [741ε] γενόμενος: χρηματισμὸς γὰρ οὔτ᾽ ἔνεστιν σφόδρα ἐν τῇ τοιαύτῃ κατασκευῇ, συνέπεταί τε αὐτῇ μηδὲ δεῖν μηδ᾽ ἐξεῖναι χρηματίζεσθαι τῶν ἀνελευθέρων χρηματισμῶν μηδενὶ μηδένα, καθ᾽ ὅσον ἐπονείδιστος λεγομένη βαναυσία ἦθος ἀποτρέπει ἐλεύθερον, μηδὲ τὸ παράπαν ἀξιοῦν ἐκ τῶν τοιούτων συλλέγειν χρήματα.

πρὸς τούτοις δ᾽ ἔτι νόμος ἕπεται πᾶσι τούτοις, μηδ᾽

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1967)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: