[813α]
ταῦτα ἡμῖν ἐν τοῖς πρόσθεν διείρηται πάντα, ἃ δὴ καθιερωθέντα ἔφαμεν δεῖν, ταῖς ἑορταῖς ἕκαστα ἁρμόττοντα, ἡδονὴν εὐτυχῆ ταῖς πόλεσιν παραδιδόντα ὠφελεῖν.Κλεινίας
ἀληθῆ καὶ ταῦτα διείρηκας.Ἀθηναῖος
ἀληθέστατα τοίνυν. καὶ ταῦθ᾽ ἡμῖν παραλαβὼν ὁ περὶ τὴν μοῦσαν ἄρχων αἱρεθεὶς ἐπιμελείσθω μετὰ τύχης εὐμενοῦς, ἡμεῖς δὲ ὀρχήσεώς τε πέρι καὶ ὅλης τῆς περὶ τὸ σῶμα γυμναστικῆς πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἀποδῶμεν:
[813β]
καθάπερ μουσικῆς τὸ διδασκαλικὸν ὑπόλοιπον ὂν ἀπέδομεν, ὡσαύτως ποιῶμεν καὶ γυμναστικῆς. τοὺς γὰρ παῖδάς τε καὶ τὰς παῖδας ὀρχεῖσθαι δὴ δεῖ καὶ γυμνάζεσθαι μανθάνειν: ἦ γάρ;Κλεινίας
ναί.Ἀθηναῖος
τοῖς μὲν τοίνυν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.Κλεινίας
ἔστω δὴ ταύτῃ.Ἀθηναῖος
πάλιν δὴ τὸν τὰ πλεῖστα ἕξοντα πράγματα καλῶμεν,
[813ξ]
τὸν τῶν παίδων ἐπιμελητήν, ὃς τῶν τε περὶ μουσικὴν τῶν τε περὶ γυμναστικὴν ἐπιμελούμενος οὐ πολλὴν ἕξει σχολήν.Κλεινίας
πῶς οὖν δυνατὸς ἔσται πρεσβύτερος ὢν τοσούτων ἐπιμελεῖσθαι;Ἀθηναῖος
ῥᾳδίως, ὦ φίλε. ὁ νόμος γὰρ αὐτῷ δέδωκεν καὶ δώσει προσλαμβάνειν εἰς ταύτην τὴν ἐπιμέλειαν τῶν πολιτῶν ἀνδρῶν καὶ γυναικῶν οὓς ἂν ἐθέλῃ, γνώσεται δὲ οὓς δεῖ, καὶ βουλήσεται μὴ πλημμελεῖν εἰς ταῦτα, αἰδούμενος
[813δ]
ἐμφρόνως καὶ γιγνώσκων τῆς ἀρχῆς τὸ μέγεθος, λογισμῷ τε συνὼν ὡς εὖ μὲν τραφέντων καὶ τρεφομένων τῶν νέων πάντα ἡμῖν κατ᾽ ὀρθὸν πλεῖ, μὴ δέ—οὔτ᾽ εἰπεῖν ἄξιον οὔθ᾽ ἡμεῖς λέγομεν ἐπὶ καινῇ πόλει τοὺς σφόδρα φιλομαντευτὰς σεβόμενοι. πολλὰ μὲν οὖν ἡμῖν καὶ περὶ τούτων εἴρηται, τῶν περὶ τὰς ὀρχήσεις καὶ περὶ πᾶσαν τὴν τῶν γυμνασίων κίνησιν: γυμνάσια γὰρ τίθεμεν καὶ τὰ περὶ τὸν πόλεμον ἅπαντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης
[813ε]
ῥίψεως καὶ πελταστικῆς καὶ πάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα συντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας, καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας, κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δέ, διεξόδων
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.