Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[809ε]
τοῦ νομοθέτου διείρηται: πρόσεχε δὴ τὸν νοῦν τοῖς μετὰ ταῦτα μέλλουσιν ῥηθήσεσθαι. γραμμάτων εἴπομεν ὡς οὐχ ἱκανῶς ἔχεις πέρι τὸ πρῶτον, ἐπικαλοῦντες τί τῇ λέξει; τόδε, ὡς οὔπω διείρηκέ σοι πότερον εἰς ἀκρίβειαν τοῦ μαθήματος ἰτέον τὸν μέλλοντα πολίτην ἔσεσθαι μέτριον ἢ τὸ παράπαν οὐδὲ προσοιστέον: ὡς δ᾽ αὕτως καὶ περὶ λύραν. προσοιστέον μέντοι νῦν φαμεν. εἰς μὲν γράμματα παιδὶ δεκετεῖ σχεδὸν ἐνιαυτοὶ τρεῖς, λύρας δὲ ἅψασθαι τρία μὲν ἔτη καὶ δέκα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.