Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[362δ]
ταῦτ᾽ εἰπόντος τοῦ Γλαύκωνος ἐγὼ μὲν αὖ ἐν νῷ εἶχόν τι λέγειν πρὸς ταῦτα, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀδείμαντος, οὔ τί που οἴει, ἔφη, ὦ Σώκρατες, ἱκανῶς εἰρῆσθαι περὶ τοῦ λόγου;ἀλλὰ τί μήν; εἶπον.αὐτό, ἦ δ᾽ ὅς, οὐκ εἴρηται ὃ μάλιστα ἔδει ῥηθῆναι.οὐκοῦν, ἦν δ᾽ ἐγώ, τὸ λεγόμενον, ἀδελφὸς ἀνδρὶ παρείη: ὥστε καὶ σύ, εἴ τι ὅδε ἐλλείπει, ἐπάμυνε. καίτοι ἐμέ γε ἱκανὰ καὶ τὰ ὑπὸ τούτου ῥηθέντα καταπαλαῖσαι καὶ ἀδύνατον ποιῆσαι βοηθεῖν δικαιοσύνῃ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.