[105δ]
οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει;πῶς γὰρ οὐχί; ἦ δ᾽ ὅς.ψυχὴ ἄρα ὅτι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥκει ἐπ᾽ ἐκεῖνο φέρουσα ζωήν;ἥκει μέντοι, ἔφη.πότερον δ᾽ ἔστι τι ζωῇ ἐναντίον ἢ οὐδέν;ἔστιν, ἔφη.τί;θάνατος.οὐκοῦν ψυχὴ τὸ ἐναντίον ᾧ αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται;καὶ μάλα σφόδρα, ἔφη ὁ Κέβης.τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί νυνδὴ ὠνομάζομεν;ἀνάρτιον, ἔφη.τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ὃ ἂν μουσικὸν μὴ δέχηται;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.