previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[399α]

Σωκράτης
τῇ τοῦ Εὐθύφρονος ἐπιπνοίᾳ πιστεύεις, ὡς ἔοικας.

Ἑρμογένης
δῆλα δή.

Σωκράτης
ὀρθῶς γε σὺ πιστεύων: ὡς καὶ νῦν γέ μοι φαίνομαι κομψῶς ἐννενοηκέναι, καὶ κινδυνεύσω, ἐὰν μὴ εὐλαβῶμαι, ἔτι τήμερον σοφώτερος τοῦ δέοντος γενέσθαι. σκόπει δὴ λέγω. πρῶτον μὲν γὰρ τὸ τοιόνδε δεῖ ἐννοῆσαι περὶ ὀνομάτων, ὅτι πολλάκις ἐπεμβάλλομεν γράμματα, τὰ δ᾽ ἐξαιροῦμεν, παρ᾽ βουλόμεθα ὀνομάζοντες, καὶ τὰς ὀξύτητας μεταβάλλομεν. οἷονΔιὶ φίλος’ —τοῦτο ἵνα [399β] ἀντὶ ῥήματος ὄνομα ἡμῖν γένηται, τό τε ἕτερον αὐτόθεν ἰῶτα ἐξείλομεν καὶ ἀντὶ ὀξείας τῆς μέσης συλλαβῆς βαρεῖαν ἐφθεγξάμεθα. ἄλλων δὲ τοὐναντίον ἐμβάλλομεν γράμματα, τὰ δὲ βαρύτερα ὀξύτερα φθεγγόμεθα.

Ἑρμογένης
ἀληθῆ λέγεις.

Σωκράτης
τούτων τοίνυν ἓν καὶ τὸ τῶν ἀνθρώπων ὄνομα πέπονθεν, ὡς ἐμοὶ δοκεῖ. ἐκ γὰρ ῥήματος ὄνομα γέγονεν, ἑνὸς γράμματος τοῦ ἄλφα ἐξαιρεθέντος καὶ βαρυτέρας τῆς τελευτῆς γενομένης.

Ἑρμογένης
πῶς λέγεις; [399ξ]

Σωκράτης
ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ἄνθρωποςὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, δὲ ἄνθρωπος ἅμα ἑώρακεντοῦτο δ᾽ ἐστὶ τὸὄπωπε’ —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ἄνθρωποςἄνθρωποςὠνομάσθη, ἀναθρῶν ὄπωπε.

Ἑρμογένης
τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ἡδέως ἂν πυθοίμην;

Σωκράτης
πάνυ γε. [399δ]

Ἑρμογένης
ὥσπερ τοίνυν μοι δοκεῖ τούτοις ἑξῆς εἶναί τι χρῆμα. ‘ψυχὴνγάρ που καὶσῶμακαλοῦμεν τοῦ ἀνθρώπου.

Σωκράτης
πῶς γὰρ οὔ;

Ἑρμογένης
πειρώμεθα δὴ καὶ ταῦτα διελεῖν ὥσπερ τὰ ἔμπροσθεν.

Σωκράτης
ψυχὴν λέγεις ἐπισκέψασθαι ὡς εἰκότως τούτου τοῦ ὀνόματος τυγχάνει, ἔπειτ᾽ αὖ τὸ σῶμα;

Ἑρμογένης
ναί.

Σωκράτης
ὡς μὲν τοίνυν ἐκ τοῦ παραχρῆμα λέγειν, οἶμαί τι τοιοῦτον νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσαντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ [399ε] ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψῦχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυταί τε καὶ τελευτᾷ: ὅθεν δή μοι δοκοῦσιν αὐτὸψυχὴνκαλέσαι. εἰ δὲ βούλειἔχε ἠρέμα: δοκῶ γάρ μοί τι καθορᾶν πιθανώτερον τούτου


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: