previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[409α] τῷ Δωρικῷ τις ὀνόματι χρῷτο— ‘ἅλιονγὰρ καλοῦσιν οἱ Δωριῆς— ‘ἅλιοςοὖν εἴη μὲν ἂν κατὰ τὸ ἁλίζειν εἰς ταὐτὸν τοὺς ἀνθρώπους ἐπειδὰν ἀνατείλῃ, εἴη δ᾽ ἂν καὶ τῷ περὶ τὴν γῆν ἀεὶ εἱλεῖν ἰών, ἐοίκοι δ᾽ ἂν καὶ ὅτι ποικίλλει ἰὼν τὰ γιγνόμενα ἐκ τῆς γῆς: τὸ δὲ ποικίλλειν καὶ αἰολεῖν ταὐτόν.

Ἑρμογένης
τί δὲ σελήνη’;

Σωκράτης
τοῦτο δὲ τὸ ὄνομα φαίνεται τὸν Ἀναξαγόραν πιέζειν.

Ἑρμογένης
τί δή;

Σωκράτης
ἔοικε δηλοῦντι παλαιότερον ἐκεῖνος νεωστὶ ἔλεγεν, [409β] ὅτι σελήνη ἀπὸ τοῦ ἡλίου ἔχει τὸ φῶς.

Ἑρμογένης
πῶς δή;

Σωκράτης
τὸ μέν πουσέλαςκαὶ τὸφῶςταὐτόν.

Ἑρμογένης
ναί.

Σωκράτης
νέον δέ που καὶ ἕνον ἀεί ἐστι περὶ τὴν σελήνην τοῦτο τὸ φῶς, εἴπερ ἀληθῆ οἱ Ἀναξαγόρειοι λέγουσιν: κύκλῳ γάρ που ἀεὶ αὐτὴν περιιὼν νέον ἀεὶ ἐπιβάλλει, ἕνον δὲ ὑπάρχει τὸ τοῦ προτέρου μηνός.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
Σελαναίανδέ γε καλοῦσιν αὐτὴν πολλοί.

Ἑρμογένης
πάνυ γε.

Σωκράτης
ὅτι δὲ σέλας νέον καὶ ἕνον ἔχει ἀεί, ‘Σελαενονεοάεια[409ξ] μὲν δικαιότατ᾽ ἂν τῶν ὀνομάτων καλοῖτο, συγκεκροτημένον δὲΣελαναίακέκληται.

Ἑρμογένης
διθυραμβῶδές γε τοῦτο τοὔνομα, Σώκρατες. ἀλλὰ τὸν μῆνα καὶ τὰ ἄστρα πῶς λέγεις;

Σωκράτης
μὲνμεὶςἀπὸ τοῦ μειοῦσθαι εἴη ἂνμείηςὀρθῶς κεκλημένος, τὰ δ᾽ἄστραἔοικε τῆς ἀστραπῆς ἐπωνυμίαν ἔχειν. δὲἀστραπή,’ ὅτι τὰ ὦπα ἀναστρέφει, ‘ἀναστρωπὴἂν εἴη, νῦν δὲἀστραπὴκαλλωπισθεῖσα κέκληται.

Ἑρμογένης
τί δὲ τὸ πῦρ καὶ τὸ ὕδωρ; [409δ]

Σωκράτης
τὸπῦρἀπορῶ: καὶ κινδυνεύει ἤτοι τοῦ Εὐθύφρονός με μοῦσα ἐπιλελοιπέναι, τοῦτό τι παγχάλεπον εἶναι. σκέψαι οὖν ἣν εἰσάγω μηχανὴν ἐπὶ πάντα τὰ τοιαῦτα ἂν ἀπορῶ.

Ἑρμογένης
τίνα δή;

Σωκράτης
ἐγώ σοι ἐρῶ. ἀπόκριναι γάρ μοι: ἔχοις ἂν εἰπεῖν πῦρ κατὰ τίνα τρόπον καλεῖται;

Ἑρμογένης
μὰ Δί᾽ οὐκ ἔγωγε.

Σωκράτης
σκέψαι δὴ ἐγὼ ὑποπτεύω περὶ αὐτοῦ. ἐννοῶ γὰρ [409ε] ὅτι πολλὰ οἱ Ἕλληνες ὀνόματα ἄλλως τε καὶ οἱ ὑπὸ τοῖς βαρβάροις οἰκοῦντες παρὰ τῶν βαρβάρων εἰλήφασιν.

Ἑρμογένης
τί οὖν δή;

Σωκράτης
εἴ τις ζητοῖ ταῦτα κατὰ τὴν Ἑλληνικὴν φωνὴν ὡς εἰκότως κεῖται, ἀλλὰ μὴ κατ᾽ ἐκείνην ἐξ ἧς τὸ ὄνομα τυγχάνει ὄν, οἶσθα ὅτι ἀποροῖ ἄν.

Ἑρμογένης
εἰκότως γε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: