previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[413α] τοῦτο εἶναι τὸ δίκαιον: ἐγὼ δέ, Ἑρμόγενες, ἅτε λιπαρὴς ὢν περὶ αὐτοῦ, ταῦτα μὲν πάντα διαπέπυσμαι ἐν ἀπορρήτοις, ὅτι τοῦτό ἐστι τὸ δίκαιον καὶ τὸ αἴτιονδι᾽ γὰρ γίγνεται, τοῦτ᾽ ἔστι τὸ αἴτιονκαὶΔίακαλεῖν ἔφη τις τοῦτο ὀρθῶς ἔχειν διὰ ταῦτα. ἐπειδὰν δ᾽ ἠρέμα αὐτοὺς ἐπανερωτῶ ἀκούσας ταῦτα μηδὲν ἧττον: ‘τί οὖν ποτ᾽ ἔστιν, ἄριστε, δίκαιον, εἰ τοῦτο οὕτως ἔχει;’ δοκῶ τε ἤδη μακρότερα τοῦ προσήκοντος ἐρωτᾶν καὶ ὑπὲρ τὰ ἐσκαμμένα [413β] ἅλλεσθαι. ἱκανῶς γάρ μέ φασι πεπύσθαι ἀκηκοέναι καὶ ἐπιχειροῦσιν, βουλόμενοι ἀποπιμπλάναι με, ἄλλος ἄλλα ἤδη λέγειν, καὶ οὐκέτι συμφωνοῦσιν. μὲν γὰρ τίς φησιν τοῦτο εἶναι δίκαιον, τὸν ἥλιον: τοῦτον γὰρ μόνον διαϊόντα καὶ κάοντα ἐπιτροπεύειν τὰ ὄντα. ἐπειδὰν οὖν τῳ λέγω αὐτὸ ἅσμενος ὡς καλόν τι ἀκηκοώς, καταγελᾷ μου οὗτος ἀκούσας καὶ ἐρωτᾷ εἰ οὐδὲν δίκαιον οἶμαι εἶναι ἐν τοῖς ἀνθρώποις ἐπειδὰν [413ξ] ἥλιος δύῃ. λιπαροῦντος οὖν ἐμοῦ ὅτι αὖ ἐκεῖνος λέγει αὐτό, τὸ πῦρ φησιν: τοῦτο δὲ οὐ ῥᾴδιόν ἐστιν εἰδέναι. δὲ οὐκ αὐτὸ τὸ πῦρ φησιν, ἀλλ᾽ αὐτὸ τὸ θερμὸν τὸ ἐν τῷ πυρὶ ἐνόν. δὲ τούτων μὲν πάντων καταγελᾶν φησιν, εἶναι δὲ τὸ δίκαιον λέγει Ἀναξαγόρας, νοῦν εἶναι τοῦτο: αὐτοκράτορα γὰρ αὐτὸν ὄντα καὶ οὐδενὶ μεμειγμένον πάντα φησὶν αὐτὸν κοσμεῖν τὰ πράγματα διὰ πάντων ἰόντα. ἐνταῦθα δὴ ἐγώ, φίλε, πολὺ ἐν πλείονι ἀπορίᾳ εἰμὶ πρὶν ἐπιχειρῆσαι μανθάνειν [413δ] περὶ τοῦ δικαίου ὅτι ποτ᾽ ἔστιν. ἀλλ᾽ οὖν οὗπερ ἕνεκα ἐσκοποῦμεν, τό γε ὄνομα τοῦτο φαίνεται αὐτῷ διὰ ταῦτα κεῖσθαι.

Ἑρμογένης
φαίνῃ μοι, Σώκρατες, ταῦτα μὲν ἀκηκοέναι του καὶ οὐκ αὐτοσχεδιάζειν.

Σωκράτης
τί δὲ τἆλλα;

Ἑρμογένης
οὐ πάνυ.

Σωκράτης
ἄκουε δή: ἴσως γὰρ ἄν σε καὶ τὰ ἐπίλοιπα ἐξαπατήσαιμι ὡς οὐκ ἀκηκοὼς λέγω. μετὰ γὰρ δικαιοσύνην τί ἡμῖν λείπεται; ἀνδρείαν οἶμαι οὔπω διήλθομεν. ἀδικία μὲν γὰρ [413ε] δῆλον ὅτι ἐστὶν ὄντος ἐμπόδισμα τοῦ διαϊόντος, ἀνδρεία δὲ σημαίνει ὡς ἐν μάχῃ ἐπονομαζομένης τῆς ἀνδρείαςμάχην δ᾽ εἶναι ἐν τῷ ὄντι, εἴπερ ῥεῖ, οὐκ ἄλλο τι τὴν ἐναντίαν ῥοήνἐὰν οὖν τις ἐξέλῃ τὸ δέλτα τοῦ ὀνόματος τῆς ἀνδρείας, αὐτὸ μηνύει τὸ ἔργον τὸ ὄνομα ἀνρεία.’ δῆλον οὖν ὅτι οὐ πάσῃ ῥοῇ ἐναντία ῥοὴ ἀνδρεία ἐστίν, ἀλλὰ τῇ παρὰ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: