previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[435α]

Κρατύλος
ναί.

Σωκράτης
οὐκοῦν εἰ γιγνώσκεις ἐμοῦ φθεγγομένου, δήλωμα σοι γίγνεται παρ᾽ ἐμοῦ;

Κρατύλος
ναί.

Σωκράτης
ἀπὸ τοῦ ἀνομοίου γε διανοούμενος φθέγγομαι, εἴπερ τὸ λάβδα ἀνόμοιόν ἐστι τῇ φῂς σὺ σκληρότητι: εἰ δὲ τοῦτο οὕτως ἔχει, τί ἄλλο αὐτὸς σαυτῷ συνέθου καί σοι γίγνεται ὀρθότης τοῦ ὀνόματος συνθήκη, ἐπειδή γε δηλοῖ καὶ τὰ ὅμοια καὶ τὰ ἀνόμοια γράμματα, ἔθους τε καὶ συνθήκης τυχόντα; εἰ δ᾽ ὅτι μάλιστα μή ἐστι τὸ ἔθος [435β] συνθήκη, οὐκ ἂν καλῶς ἔτι ἔχοι λέγειν τὴν ὁμοιότητα δήλωμα εἶναι, ἀλλὰ τὸ ἔθος: ἐκεῖνο γάρ, ὡς ἔοικε, καὶ ὁμοίῳ καὶ ἀνομοίῳ δηλοῖ. ἐπειδὴ δὲ ταῦτα συγχωροῦμεν, Κρατύλετὴν γὰρ σιγήν σου συγχώρησιν θήσωἀναγκαῖόν που καὶ συνθήκην τι καὶ ἔθος συμβάλλεσθαι πρὸς δήλωσιν ὧν διανοούμενοι λέγομεν: ἐπεί, βέλτιστε, εἰ 'θέλεις ἐπὶ τὸν ἀριθμὸν ἐλθεῖν, πόθεν οἴει ἕξειν ὀνόματα ὅμοια ἑνὶ ἑκάστῳ τῶν ἀριθμῶν ἐπενεγκεῖν, ἐὰν μὴ ἐᾷς τι [435ξ] τὴν σὴν ὁμολογίαν καὶ συνθήκην κῦρος ἔχειν τῶν ὀνομάτων ὀρθότητος πέρι; ἐμοὶ μὲν οὖν καὶ αὐτῷ ἀρέσκει μὲν κατὰ τὸ δυνατὸν ὅμοια εἶναι τὰ ὀνόματα τοῖς πράγμασιν: ἀλλὰ μὴ ὡς ἀληθῶς, τὸ τοῦ Ἑρμογένους, γλίσχρα ὁλκὴ αὕτη τῆς ὁμοιότητος, ἀναγκαῖον δὲ καὶ τῷ φορτικῷ τούτῳ προσχρῆσθαι, τῇ συνθήκῃ, εἰς ὀνομάτων ὀρθότητα. ἐπεὶ ἴσως κατά γε τὸ δυνατὸν κάλλιστ᾽ ἂν λέγοιτο ὅταν πᾶσιν ὡς πλείστοις ὁμοίοις λέγηται, τοῦτο δ᾽ ἐστὶ προσήκουσιν, [435δ] αἴσχιστα δὲ τοὐναντίον. τόδε δέ μοι ἔτι εἰπὲ μετὰ ταῦτα, τίνα ἡμῖν δύναμιν ἔχει τὰ ὀνόματα καὶ τί φῶμεν αὐτὰ καλὸν ἀπεργάζεσθαι;

Κρατύλος
διδάσκειν ἔμοιγε δοκεῖ, Σώκρατες, καὶ τοῦτο πάνυ ἁπλοῦν εἶναι, ὃς ἂν τὰ ὀνόματα ἐπίστηται, ἐπίστασθαι καὶ τὰ πράγματα.

Σωκράτης
ἴσως γάρ, Κρατύλε, τὸ τοιόνδε λέγεις, ὡς ἐπειδάν τις εἰδῇ τὸ ὄνομα οἷόν ἐστινἔστι δὲ οἷόνπερ τὸ πρᾶγμα[435ε] εἴσεται δὴ καὶ τὸ πρᾶγμα, ἐπείπερ ὅμοιον τυγχάνει ὂν τῷ ὀνόματι, τέχνη δὲ μία ἄρ᾽ ἐστὶν αὐτὴ πάντων τῶν ἀλλήλοις ὁμοίων. κατὰ τοῦτο δή μοι δοκεῖς λέγειν ὡς ὃς ἂν τὰ ὀνόματα εἰδῇ εἴσεται καὶ τὰ πράγματα.

Κρατύλος
ἀληθέστατα λέγεις.

Σωκράτης
ἔχε δή, ἴδωμεν τίς ποτ᾽ ἂν εἴη τρόπος οὗτος τῆς διδασκαλίας τῶν ὄντων ὃν σὺ λέγεις νῦν, καὶ πότερον ἔστι μὲν καὶ ἄλλος, οὗτος μέντοι βελτίων, οὐδ᾽ ἔστιν ἄλλος οὗτος. ποτέρως οἴει;


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: