previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[438α] ἐάσωμεν, ἐπανέλθωμεν δὲ πάλιν ὅθεν δεῦρο μετέβημεν. ἄρτι γὰρ ἐν τοῖς πρόσθεν, εἰ μέμνησαι, τὸν τιθέμενον τὰ ὀνόματα ἀναγκαῖον ἔφησθα εἶναι εἰδότα τίθεσθαι οἷς ἐτίθετο. πότερον οὖν ἔτι σοι δοκεῖ οὕτως οὔ;

Κρατύλος
ἔτι.

Σωκράτης
καὶ τὸν τὰ πρῶτα τιθέμενον εἰδότα φῂς τίθεσθαι;

Κρατύλος
εἰδότα.

Σωκράτης
ἐκ ποίων οὖν ὀνομάτων μεμαθηκὼς ηὑρηκὼς ἦν [438β] τὰ πράγματα, εἴπερ τά γε πρῶτα μήπω ἔκειτο, μαθεῖν δ᾽ αὖ φαμεν τὰ πράγματα καὶ εὑρεῖν ἀδύνατον εἶναι ἄλλως τὰ ὀνόματα μαθόντας αὐτοὺς ἐξευρόντας οἷά ἐστι;

Κρατύλος
δοκεῖς τί μοι λέγειν, Σώκρατες.

Σωκράτης
τίνα οὖν τρόπον φῶμεν αὐτοὺς εἰδότας θέσθαι νομοθέτας εἶναι, πρὶν καὶ ὁτιοῦν ὄνομα κεῖσθαί τε καὶ ἐκείνους εἰδέναι, εἴπερ μὴ ἔστι τὰ πράγματα μαθεῖν ἀλλ᾽ ἐκ τῶν ὀνομάτων; [438ξ]

Κρατύλος
οἶμαι μὲν ἐγὼ τὸν ἀληθέστατον λόγον περὶ τούτων εἶναι, Σώκρατες, μείζω τινὰ δύναμιν εἶναι ἀνθρωπείαν τὴν θεμένην τὰ πρῶτα ὀνόματα τοῖς πράγμασιν, ὥστε ἀναγκαῖον εἶναι αὐτὰ ὀρθῶς ἔχειν.

Σωκράτης
εἶτα οἴει ἐναντία ἂν ἐτίθετο αὐτὸς αὑτῷ θείς, ὢν δαίμων τις θεός; οὐδέν σοι ἐδοκοῦμεν ἄρτι λέγειν;

Κρατύλος
ἀλλὰ μὴ οὐκ ἦν τούτων τὰ ἕτερα ὀνόματα.

Σωκράτης
πότερα, ἄριστε, τὰ ἐπὶ τὴν στάσιν ἄγοντα τὰ ἐπὶ τὴν φοράν; οὐ γάρ που κατὰ τὸ ἄρτι λεχθὲν πλήθει κριθήσεται. [438δ]

Κρατύλος
οὔτοι δὴ δίκαιόν γε, Σώκρατες.

Σωκράτης
ὀνομάτων οὖν στασιασάντων, καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ, τῶν δ᾽ ἑαυτά, τίνι ἔτι διακρινοῦμεν, ἐπὶ τί ἐλθόντες; οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων: οὐ γὰρ ἔστιν, ἀλλὰ δῆλον ὅτι ἄλλ᾽ ἄττα ζητητέα πλὴν ὀνομάτων, ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ, δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων. [438ε]

Κρατύλος
δοκεῖ μοι οὕτω.

Σωκράτης
ἔστιν ἄρα, ὡς ἔοικεν, Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.

Κρατύλος
φαίνεται.

Σωκράτης
διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα δι᾽ ἄλλου του οὗπερ εἰκός τε καὶ δικαιότατον, δι᾽ ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ δι᾽ αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλ᾽ οὐκ ἐκεῖνα.

Κρατύλος
ἀληθῆ μοι φαίνῃ λέγειν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: