[139δ]
μαινομένων πολιτευομένους, καὶ οὐκ ἂν παιομένους καὶ βαλλομένους, καὶ ἅπερ εἰώθασιν οἱ μαινόμενοι διαπράττεσθαι, πάλαι δὴ δίκην δεδωκέναι; ἀλλὰ ὅρα, ὦ μακάριε, μὴ οὐχ οὕτως ταῦτ᾽ ἔχει.Ἀλκιβιάδης
πῶς ἂν οὖν ποτ᾽ ἔχοι, ὦ Σώκρατες; κινδυνεύει γὰρ οὐχ οὕτως ἔχειν ὥσπερ ᾠήθην.Σωκράτης
οὐδ᾽ ἐμοὶ δοκεῖ. ἀλλὰ τῇδέ πῃ ἀθρητέον.Ἀλκιβιάδης
πῇ ποτε λέγεις;Σωκράτης
ἐγὼ δή σοί γε ἐρῶ. ὑπολαμβάνομέν γέ τινας εἶναι νοσοῦντας: ἢ οὔ;Ἀλκιβιάδης
πάνυ μὲν οὖν.