[448α]
Γοργίας
ἀληθῆ, ὦ Χαιρεφῶν: καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.Χαιρεφῶν
ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.Γοργίας
πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.Πῶλος
νὴ Δία: ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ: πολλὰ γὰρ ἄρτι διελήλυθεν.Χαιρεφῶν
τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;