[452α]
Σωκράτης
ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι ‘ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας: οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλ᾽ ἡ ἐμή’ —εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην: σὺ δὲ τίς ὢν ταῦτα λέγεις; εἴποι ἂν ἴσως ὅτι ἰατρός. τί οὖν λέγεις; ἦ τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν; ‘πῶς γὰρ οὔ,’ φαίη ἂν ἴσως, ‘ὦ Σώκρατες, ὑγίεια; τί δ᾽ ἐστὶν μεῖζον ἀγαθὸν ’