[484β]
ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον. δοκεῖ δέ μοι καὶ Πίνδαρος ἅπερ ἐγὼ λέγω ἐνδείκνυσθαι ἐν τῷ ᾁσματι ἐν ᾧ λέγει ὅτι—
οὗτος δὲ δή, φησίν,—“νόμος ὁ πάντων βασιλεὺς
θνατῶν τε καὶ ἀθανάτων:
”Pind. Fr. 169
λέγει οὕτω πως—τὸ γὰρ ᾆσμα οὐκ ἐπίσταμαι—λέγει δ᾽ ὅτι οὔτε πριάμενος οὔτε δόντος τοῦ Γηρυόνου ἠλάσατο τὰς βοῦς,“ἄγει δικαιῶν τὸ βιαιότατον
ὑπερτάτᾳ χειρί: τεκμαίρομαι
ἔργοισιν Ἡρακλέος, ἐπεὶ—ἀπριάτας—
”Pind. fr. 169