[498ε]
Σωκράτης
κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς: ἢ οὐκέτι φῄς;Καλλίκλης
ἔγωγε.Σωκράτης
ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται;Καλλίκλης
πάνυ γε.Σωκράτης
οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δ᾽ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως;Καλλίκλης
ναί.Σωκράτης
οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς;Καλλίκλης
ἔγωγε.Σωκράτης
συλλόγισαι δὴ κοινῇ μετ᾽ ἐμοῦ τί ἡμῖν συμβαίνει ἐκ τῶν ὡμολογημένων: καὶ δὶς γάρ τοι καὶ τρίς φασιν καλὸν