[504α]
ἅπαν συστήσηται τεταγμένον τε καὶ κεκοσμημένον πρᾶγμα: καὶ οἵ τε δὴ ἄλλοι δημιουργοὶ καὶ οὓς νυνδὴ ἐλέγομεν, οἱ περὶ τὸ σῶμα, παιδοτρίβαι τε καὶ ἰατροί, κοσμοῦσί που τὸ σῶμα καὶ συντάττουσιν. ὁμολογοῦμεν οὕτω τοῦτ᾽ ἔχειν ἢ οὔ;Καλλίκλης
ἔστω τοῦτο οὕτω.Σωκράτης
τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά;Καλλίκλης
φημί.Σωκράτης
οὐκοῦν καὶ πλοῖον ὡσαύτως;
ἔστω τοῦτο οὕτω.Σωκράτης
τάξεως ἄρα καὶ κόσμου τυχοῦσα οἰκία χρηστὴ ἂν εἴη, ἀταξίας δὲ μοχθηρά;Καλλίκλης
φημί.Σωκράτης
οὐκοῦν καὶ πλοῖον ὡσαύτως;