[521δ]
τούτων τινὸς κινδυνεύων, ὃ σὺ λέγεις, πονηρός τίς μ᾽ ἔσται ὁ εἰσάγων—οὐδεὶς γὰρ ἂν χρηστὸς μὴ ἀδικοῦντ᾽ ἄνθρωπον εἰσαγάγοι—καὶ οὐδέν γε ἄτοπον εἰ ἀποθάνοιμι. βούλει σοι εἴπω δι᾽ ὅτι ταῦτα προσδοκῶ;Καλλίκλης
πάνυ γε.Σωκράτης
οἶμαι μετ᾽ ὀλίγων Ἀθηναίων, ἵνα μὴ εἴπω μόνος, ἐπιχειρεῖν τῇ ὡς ἀληθῶς πολιτικῇ τέχνῃ καὶ πράττειν τὰ πολιτικὰ μόνος τῶν νῦν: ἅτε οὖν οὐ πρὸς χάριν λέγων τοὺς λόγους οὓς λέγω ἑκάστοτε, ἀλλὰ πρὸς τὸ βέλτιστον, οὐ πρὸς