previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

310φέρ᾽ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας
λέγεις τάδ᾽ ἡμῖν βεβῶτος ἐκ δόμων;

Ἠλέκτρα

κάρτα: μὴ δόκει μ᾽ ἄν, εἴπερ ἦν πέλας,
θυραῖον οἰχνεῖν: νῦν δ᾽ ἀγροῖσι τυγχάνει.

Χορός

κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους
315τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ᾽ ἔχει;

Ἠλέκτρα

ὡς νῦν ἀπόντος ἱστόρει: τί σοι φίλον;

Χορός

καὶ δή σ᾽ ἐρωτῶ: τοῦ κασιγνήτου τί φής,
ἥξοντος μέλλοντος; εἰδέναι θέλω.

Ἠλέκτρα

φησίν γε: φάσκων δ᾽ οὐδὲν ὧν λέγει ποεῖ.

Χορός

320φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ᾽ ἀνὴρ πράσσων μέγα.

Ἠλέκτρα

καὶ μὴν ἔγωγ᾽ ἔσωσ᾽ ἐκεῖνον οὐκ ὄκνῳ.

Χορός

θάρσει: πέφυκεν ἐσθλός, ὥστ᾽ ἀρκεῖν φίλοις.

Ἠλέκτρα

πέποιθ᾽, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ.

Χορός

μὴ νῦν ἔτ᾽ εἴπῃς μηδέν: ὡς δόμων ὁρῶ
325τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν,
Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν
φέρουσαν, οἷα τοῖς κάτω νομίζεται.

Χρυσόθεμις

τίν᾽ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις
ἐλθοῦσα φωνεῖς, κασιγνήτη, φάτιν,
330κοὐδ᾽ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις
θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά;
καίτοι τοσοῦτόν γ᾽ οἶδα κἀμαυτήν, ὅτι
ἀλγῶ 'πὶ τοῖς παροῦσιν: ὥστ᾽ ἄν, εἰ σθένος
λάβοιμι, δηλώσαιμ᾽ ἂν οἷ᾽ αὐτοῖς φρονῶ.
335νῦν δ᾽ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ,
καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή:
τοιαῦτα δ᾽ ἄλλα καὶ σὲ βούλομαι ποεῖν.
καίτοι τὸ μὲν δίκαιον οὐχ 'γὼ λέγω,
ἀλλ᾽ σὺ κρίνεις: εἰ δ᾽ ἐλευθέραν με δεῖ
340ζῆν, τῶν κρατούντων ἐστὶ πάντ᾽ ἀκουστέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Sir Richard C. Jebb, 1894)
load focus English (Sir Richard Jebb, 1894)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 300
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: